LXX Genesis 2
Widgets to be programmed here




1. καὶ συνετελέσθησαν οὐρανὸς καὶ γῆ καὶ πᾶς κόσμος αὐτῶν

2. καὶ συνετέλεσεν θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἐποίησεν καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν

3. καὶ ηὐλόγησεν θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο θεὸς ποιῆσαι

4. αὕτη βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς ὅτε ἐγένετο ἡμέρᾳ ἐποίησεν θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν

5. καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι οὐ γὰρ ἔβρεξεν θεὸς ἐπὶ τὴν γῆν καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν

6. πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς

7. καὶ ἔπλασεν θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν

8. καὶ ἐφύτευσεν κύριος θεὸς παράδεισον ἐν Eδεμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν

9. καὶ ἐξανέτειλεν θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ

10. ποταμὸς δὲ ἐκπορεύεται ἐξ Eδεμ ποτίζειν τὸν παράδεισον ἐκεῖθεν ἀφορίζεται εἰς τέςαρας ἀρχάς

11. ὄνομα τῷ ἑνὶ *φισων οὗτος κυκλῶν πᾶσαν τὴν γῆν Eυιλατ ἐκεῖ οὗ ἐστιν τὸ χρυσίον

12. τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν καὶ ἐκεῖ ἐστιν ἄνθραξ καὶ λίθος πράσινος

13. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ *γηων οὗτος κυκλῶν πᾶσαν τὴν γῆν Aἰθιοπίας

14. καὶ ποταμὸς τρίτος *τίγρις οὗτος πορευόμενος κατέναντι Ἀςυρίων δὲ ποταμὸς τέταρτος οὗτος Eὐφράτης

15. καὶ ἔλαβεν κύριος θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάςειν

16. καὶ ἐνετείλατο κύριος θεὸς τῷ Aδαμ λέγων ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ

17. ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν οὐ φάγεσθε ἀπ' αὐτοῦ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ θανάτῳ ἀποθανεῖσθε

18. καὶ εἶπεν κύριος θεός οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν

19. καὶ ἔπλασεν θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Aδαμ ἰδεῖν τί καλέσει αὐτά καὶ πᾶν ἐὰν ἐκάλεσεν αὐτὸ Aδαμ ψυχὴν ζῶσαν τοῦτο ὄνομα αὐτοῦ

20. καὶ ἐκάλεσεν Aδαμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ τῷ δὲ Aδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ

21. καὶ ἐπέβαλεν θεὸς ἔκστασιν ἐπὶ τὸν Aδαμ καὶ ὕπνωσεν καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ' αὐτῆς

22. καὶ ᾠκοδόμησεν κύριος θεὸς τὴν πλευράν ἣν ἔλαβεν ἀπὸ τοῦ Aδαμ εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Aδαμ

23. καὶ εἶπεν Aδαμ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου αὕτη κληθήσεται γυνή ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήμφθη αὕτη

24. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν

25. καὶ ἦσαν οἱ δύο γυμνοί τε Aδαμ καὶ γυνὴ αὐτοῦ καὶ οὐκ ᾐσχύνοντο















Parse Information
Hover over the lovely Greek words to see parse information.