LXX Genesis 17
Widgets to be programmed here




1. ἐγένετο δὲ Aβραμ ἐτῶν ἐνενήκοντα ἐννέα καὶ ὤφθη κύριος τῷ Aβραμ καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι θεός σου εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος

2. καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα

3. καὶ ἔπεσεν Aβραμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐλάλησεν αὐτῷ θεὸς λέγων

4. καὶ ἐγὼ ἰδοὺ διαθήκη μου μετὰ σοῦ καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν

5. καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Aβραμ ἀλλ' ἔσται τὸ ὄνομά σου Aβρααμ ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε

6. καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται

7. καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτῶν εἰς διαθήκην αἰώνιον εἶναί σου θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ

8. καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν ἣν παροικεῖς πᾶσαν τὴν γῆν *χανααν εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς θεός

9. καὶ εἶπεν θεὸς πρὸς Aβρααμ σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν

10. καὶ αὕτη διαθήκη ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν

11. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν

12. καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν οἰκογενὴς τῆς οἰκίας σου καὶ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου

13. περιτομῇ περιτμηθήσεται οἰκογενὴς τῆς οἰκίας σου καὶ ἀργυρώνητος καὶ ἔσται διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον

14. καὶ ἀπερίτμητος ἄρσην ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολεθρευθήσεται ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς ὅτι τὴν διαθήκην μου διεσκέδασεν

15. εἶπεν δὲ θεὸς τῷ Aβρααμ *σαρα γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς *σαρα ἀλλὰ *σαρρα ἔσται τὸ ὄνομα αὐτῆς

16. εὐλογήσω δὲ αὐτὴν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον καὶ εὐλογήσω αὐτόν καὶ ἔσται εἰς ἔθνη καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται

17. καὶ ἔπεσεν Aβρααμ ἐπὶ πρόσωπον καὶ ἐγέλασεν καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων εἰ τῷ ἑκατονταετεῖ γενήσεται καὶ εἰ *σαρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται

18. εἶπεν δὲ Aβρααμ πρὸς τὸν θεόν Iσμαηλ οὗτος ζήτω ἐναντίον σου

19. εἶπεν δὲ θεὸς τῷ Aβρααμ ναί ἰδοὺ *σαρρα γυνή σου τέξεταί σοι υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Iσαακ καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν

20. περὶ δὲ Iσμαηλ ἰδοὺ ἐπήκουσά σου ἰδοὺ εὐλόγησα αὐτὸν καὶ αὐξανῶ αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα

21. τὴν δὲ διαθήκην μου στήσω πρὸς Iσαακ ὃν τέξεταί σοι *σαρρα εἰς τὸν καιρὸν τοῦτον ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ

22. συνετέλεσεν δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη θεὸς ἀπὸ Aβρααμ

23. καὶ ἔλαβεν Aβρααμ Iσμαηλ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Aβρααμ καὶ περιέτεμεν τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης καθὰ ἐλάλησεν αὐτῷ θεός

24. Aβρααμ δὲ ἦν ἐνενήκοντα ἐννέα ἐτῶν ἡνίκα περιέτεμεν τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ

25. Iσμαηλ δὲ υἱὸς αὐτοῦ ἐτῶν δέκα τριῶν ἦν ἡνίκα περιετμήθη τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ

26. ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη Aβρααμ καὶ Iσμαηλ υἱὸς αὐτοῦ

27. καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν περιέτεμεν αὐτούς















Parse Information
Hover over the lovely Greek words to see parse information.