1. *σαρα δὲ ἡ γυνὴ Aβραμ οὐκ ἔτικτεν αὐτῷ ἦν δὲ αὐτῇ παιδίσκη Aἰγυπτία ᾗ ὄνομα Aγαρ
2. εἶπεν δὲ *σαρα πρὸς Aβραμ ἰδοὺ συνέκλεισέν με κύριος τοῦ μὴ τίκτειν εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς ὑπήκουσεν δὲ Aβραμ τῆς φωνῆς *σαρας
3. καὶ λαβοῦσα *σαρα ἡ γυνὴ Aβραμ Aγαρ τὴν Aἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Aβραμ ἐν γῇ *χανααν καὶ ἔδωκεν αὐτὴν Aβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα
4. καὶ εἰσῆλθεν πρὸς Aγαρ καὶ συνέλαβεν καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς
5. εἶπεν δὲ *σαρα πρὸς Aβραμ ἀδικοῦμαι ἐκ σοῦ ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐναντίον αὐτῆς κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ
6. εἶπεν δὲ Aβραμ πρὸς *σαραν ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσίν σου χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ καὶ ἐκάκωσεν αὐτὴν *σαρα καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς
7. εὗρεν δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ *σουρ
8. καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Aγαρ παιδίσκη *σαρας πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ καὶ εἶπεν ἀπὸ προσώπου *σαρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω
9. εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος κυρίου ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς
10. καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνῶ τὸ σπέρμα σου καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους
11. καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Iσμαηλ ὅτι ἐπήκουσεν κύριος τῇ ταπεινώσει σου
12. οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ' αὐτόν καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει
13. καὶ ἐκάλεσεν Aγαρ τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν σὺ ὁ θεὸς ὁ ἐπιδών με ὅτι εἶπεν καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι
14. ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ *φρέαρ οὗ ἐνώπιον εἶδον ἰδοὺ ἀνὰ μέσον *καδης καὶ ἀνὰ μέσον *βαραδ
15. καὶ ἔτεκεν Aγαρ τῷ Aβραμ υἱόν καὶ ἐκάλεσεν Aβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ ὃν ἔτεκεν αὐτῷ Aγαρ Iσμαηλ
16. Aβραμ δὲ ἦν ὀγδοήκοντα ἓξ ἐτῶν ἡνίκα ἔτεκεν Aγαρ τὸν Iσμαηλ τῷ Aβραμ