LXX Genesis 15
Widgets to be programmed here




1. μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς Aβραμ ἐν ὁράματι λέγων μὴ φοβοῦ Aβραμ ἐγὼ ὑπερασπίζω σου μισθός σου πολὺς ἔσται σφόδρα

2. λέγει δὲ Aβραμ δέσποτα τί μοι δώσεις ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος δὲ υἱὸς *μασεκ τῆς οἰκογενοῦς μου οὗτος *δαμασκὸς Eλιεζερ

3. καὶ εἶπεν Aβραμ ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα δὲ οἰκογενής μου κληρονομήσει με

4. καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων οὐ κληρονομήσει σε οὗτος ἀλλ' ὃς ἐξελεύσεται ἐκ σοῦ οὗτος κληρονομήσει σε

5. ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς καὶ εἶπεν οὕτως ἔσται τὸ σπέρμα σου

6. καὶ ἐπίστευσεν Aβραμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην

7. εἶπεν δὲ πρὸς αὐτόν ἐγὼ θεὸς ἐξαγαγών σε ἐκ χώρας *χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι

8. εἶπεν δέ δέσποτα κύριε κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν

9. εἶπεν δὲ αὐτῷ λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν

10. ἔλαβεν δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις τὰ δὲ ὄρνεα οὐ διεῖλεν

11. κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομήματα αὐτῶν καὶ συνεκάθισεν αὐτοῖς Aβραμ

12. περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Aβραμ καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ

13. καὶ ἐρρέθη πρὸς Aβραμ γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη

14. τὸ δὲ ἔθνος ἐὰν δουλεύσωσιν κρινῶ ἐγώ μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς

15. σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης ταφεὶς ἐν γήρει καλῷ

16. τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὧδε οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Aμορραίων ἕως τοῦ νῦν

17. ἐπεὶ δὲ ἐγίνετο ἥλιος πρὸς δυσμαῖς φλὸξ ἐγένετο καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων

18. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ Aβραμ διαθήκην λέγων τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Aἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Eὐφράτου

19. τοὺς *καιναίους καὶ τοὺς *κενεζαίους καὶ τοὺς *κεδμωναίους

20. καὶ τοὺς *χετταίους καὶ τοὺς *φερεζαίους καὶ τοὺς Ραφαι+ν

21. καὶ τοὺς Aμορραίους καὶ τοὺς *χαναναίους καὶ τοὺς Eυαίους καὶ τοὺς *γεργεσαίους καὶ τοὺς Iεβουσαίους















Parse Information
Hover over the lovely Greek words to see parse information.