LXX Genesis 14
Widgets to be programmed here




1. ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Aμαρφαλ βασιλέως *σεννααρ Aριωχ βασιλεὺς Eλλασαρ καὶ *χοδολλογομορ βασιλεὺς Aιλαμ καὶ *θαργαλ βασιλεὺς ἐθνῶν

2. ἐποίησαν πόλεμον μετὰ *βαλλα βασιλέως *σοδομων καὶ μετὰ *βαρσα βασιλέως *γομορρας καὶ *σεννααρ βασιλέως Aδαμα καὶ *συμοβορ βασιλέως *σεβωιμ καὶ βασιλέως *βαλακ αὕτη ἐστὶν *σηγωρ

3. πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν αὕτη θάλαςα τῶν ἁλῶν

4. δώδεκα ἔτη ἐδούλευον τῷ *χοδολλογομορ τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν

5. ἐν δὲ τῷ τεςαρεσκαιδεκάτῳ ἔτει ἦλθεν *χοδολλογομορ καὶ οἱ βασιλεῖς οἱ μετ' αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Aσταρωθ *καρναιν καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς Oμμαίους τοὺς ἐν *σαυη τῇ πόλει

6. καὶ τοὺς *χορραίους τοὺς ἐν τοῖς ὄρεσιν *σηιρ ἕως τῆς τερεμίνθου τῆς *φαραν ἐστιν ἐν τῇ ἐρήμῳ

7. καὶ ἀναστρέψαντες ἤλθοσαν ἐπὶ τὴν πηγὴν τῆς κρίσεως αὕτη ἐστὶν *καδης καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Aμαληκ καὶ τοὺς Aμορραίους τοὺς κατοικοῦντας ἐν Aσασανθαμαρ

8. ἐξῆλθεν δὲ βασιλεὺς *σοδομων καὶ βασιλεὺς *γομορρας καὶ βασιλεὺς Aδαμα καὶ βασιλεὺς *σεβωιμ καὶ βασιλεὺς *βαλακ αὕτη ἐστὶν *σηγωρ καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ

9. πρὸς *χοδολλογομορ βασιλέα Aιλαμ καὶ *θαργαλ βασιλέα ἐθνῶν καὶ Aμαρφαλ βασιλέα *σεννααρ καὶ Aριωχ βασιλέα Eλλασαρ οἱ τέςαρες βασιλεῖς πρὸς τοὺς πέντε

10. δὲ κοιλὰς ἁλυκὴ φρέατα φρέατα ἀσφάλτου ἔφυγεν δὲ βασιλεὺς *σοδομων καὶ βασιλεὺς *γομορρας καὶ ἐνέπεσαν ἐκεῖ οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον

11. ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν *σοδομων καὶ *γομορρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον

12. ἔλαβον δὲ καὶ τὸν *λωτ υἱὸν τοῦ ἀδελφοῦ Aβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο ἦν γὰρ κατοικῶν ἐν *σοδομοις

13. παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Aβραμ τῷ περάτῃ αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυὶ τῇ *μαμβρη Aμορις τοῦ ἀδελφοῦ Eσχωλ καὶ ἀδελφοῦ Aυναν οἳ ἦσαν συνωμόται τοῦ Aβραμ

14. ἀκούσας δὲ Aβραμ ὅτι ᾐχμαλώτευται *λωτ ἀδελφὸς αὐτοῦ ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ τριακοσίους δέκα καὶ ὀκτώ καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως *δαν

15. καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ ἐδίωξεν αὐτοὺς ἕως *χωβα ἐστιν ἐν ἀριστερᾷ *δαμασκοῦ

16. καὶ ἀπέστρεψεν πᾶσαν τὴν ἵππον *σοδομων καὶ *λωτ τὸν ἀδελφὸν αὐτοῦ ἀπέστρεψεν καὶ τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν

17. ἐξῆλθεν δὲ βασιλεὺς *σοδομων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ *χοδολλογομορ καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ εἰς τὴν κοιλάδα τὴν *σαυη τοῦτο ἦν τὸ πεδίον βασιλέως

18. καὶ *μελχισεδεκ βασιλεὺς *σαλημ ἐξήνεγκεν ἄρτους καὶ οἶνον ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου

19. καὶ ηὐλόγησεν τὸν Aβραμ καὶ εἶπεν εὐλογημένος Aβραμ τῷ θεῷ τῷ ὑψίστῳ ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν

20. καὶ εὐλογητὸς θεὸς ὕψιστος ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων

21. εἶπεν δὲ βασιλεὺς *σοδομων πρὸς Aβραμ δός μοι τοὺς ἄνδρας τὴν δὲ ἵππον λαβὲ σεαυτῷ

22. εἶπεν δὲ Aβραμ πρὸς βασιλέα *σοδομων ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν

23. εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήμψομαι ἀπὸ πάντων τῶν σῶν ἵνα μὴ εἴπῃς ὅτι ἐγὼ ἐπλούτισα τὸν Aβραμ

24. πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ' ἐμοῦ Eσχωλ Aυναν *μαμβρη οὗτοι λήμψονται μερίδα















Parse Information
Hover over the lovely Greek words to see parse information.