LXX Genesis 13
Widgets to be programmed here




1. ἀνέβη δὲ Aβραμ ἐξ Aἰγύπτου αὐτὸς καὶ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ *λωτ μετ' αὐτοῦ εἰς τὴν ἔρημον

2. Aβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσιν καὶ ἀργυρίῳ καὶ χρυσίῳ

3. καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως *βαιθηλ ἕως τοῦ τόπου οὗ ἦν σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον *βαιθηλ καὶ ἀνὰ μέσον Aγγαι

4. εἰς τὸν τόπον τοῦ θυσιαστηρίου οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν καὶ ἐπεκαλέσατο ἐκεῖ Aβραμ τὸ ὄνομα κυρίου

5. καὶ *λωτ τῷ συμπορευομένῳ μετὰ Aβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί

6. καὶ οὐκ ἐχώρει αὐτοὺς γῆ κατοικεῖν ἅμα ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά καὶ οὐκ ἐδύναντο κατοικεῖν ἅμα

7. καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Aβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ *λωτ οἱ δὲ *χαναναῖοι καὶ οἱ *φερεζαῖοι τότε κατῴκουν τὴν γῆν

8. εἶπεν δὲ Aβραμ τῷ *λωτ μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν

9. οὐκ ἰδοὺ πᾶσα γῆ ἐναντίον σού ἐστιν διαχωρίσθητι ἀπ' ἐμοῦ εἰ σὺ εἰς ἀριστερά ἐγὼ εἰς δεξιά εἰ δὲ σὺ εἰς δεξιά ἐγὼ εἰς ἀριστερά

10. καὶ ἐπάρας *λωτ τοὺς ὀφθαλμοὺς αὐτοῦ εἶδεν πᾶσαν τὴν περίχωρον τοῦ Iορδάνου ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν θεὸν *σοδομα καὶ *γομορρα ὡς παράδεισος τοῦ θεοῦ καὶ ὡς γῆ Aἰγύπτου ἕως ἐλθεῖν εἰς *ζογορα

11. καὶ ἐξελέξατο ἑαυτῷ *λωτ πᾶσαν τὴν περίχωρον τοῦ Iορδάνου καὶ ἀπῆρεν *λωτ ἀπὸ ἀνατολῶν καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ

12. Aβραμ δὲ κατῴκησεν ἐν γῇ *χανααν *λωτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν *σοδομοις

13. οἱ δὲ ἄνθρωποι οἱ ἐν *σοδομοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ θεοῦ σφόδρα

14. δὲ θεὸς εἶπεν τῷ Aβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν *λωτ ἀπ' αὐτοῦ ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἰδὲ ἀπὸ τοῦ τόπου οὗ νῦν σὺ εἶ πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλαςαν

15. ὅτι πᾶσαν τὴν γῆν ἣν σὺ ὁρᾷς σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος

16. καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται

17. ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος ὅτι σοὶ δώσω αὐτήν

18. καὶ ἀποσκηνώσας Aβραμ ἐλθὼν κατῴκησεν παρὰ τὴν δρῦν τὴν *μαμβρη ἦν ἐν *χεβρων καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον κυρίῳ















Parse Information
Hover over the lovely Greek words to see parse information.