LXX Genesis 12
Widgets to be programmed here




1. καὶ εἶπεν κύριος τῷ Aβραμ ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἣν ἄν σοι δείξω

2. καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου καὶ ἔσῃ εὐλογητός

3. καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς

4. καὶ ἐπορεύθη Aβραμ καθάπερ ἐλάλησεν αὐτῷ κύριος καὶ ᾤχετο μετ' αὐτοῦ *λωτ Aβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε ὅτε ἐξῆλθεν ἐκ *χαρραν

5. καὶ ἔλαβεν Aβραμ τὴν *σαραν γυναῖκα αὐτοῦ καὶ τὸν *λωτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν ὅσα ἐκτήσαντο καὶ πᾶσαν ψυχήν ἣν ἐκτήσαντο ἐν *χαρραν καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν *χανααν καὶ ἦλθον εἰς γῆν *χανααν

6. καὶ διώδευσεν Aβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου *συχεμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν οἱ δὲ *χαναναῖοι τότε κατῴκουν τὴν γῆν

7. καὶ ὤφθη κύριος τῷ Aβραμ καὶ εἶπεν αὐτῷ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην καὶ ᾠκοδόμησεν ἐκεῖ Aβραμ θυσιαστήριον κυρίῳ τῷ ὀφθέντι αὐτῷ

8. καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατ' ἀνατολὰς *βαιθηλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ *βαιθηλ κατὰ θάλαςαν καὶ Aγγαι κατ' ἀνατολάς καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι κυρίου

9. καὶ ἀπῆρεν Aβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ

10. καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς καὶ κατέβη Aβραμ εἰς Aἴγυπτον παροικῆσαι ἐκεῖ ὅτι ἐνίσχυσεν λιμὸς ἐπὶ τῆς γῆς

11. ἐγένετο δὲ ἡνίκα ἤγγισεν Aβραμ εἰσελθεῖν εἰς Aἴγυπτον εἶπεν Aβραμ *σαρα τῇ γυναικὶ αὐτοῦ γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ

12. ἔσται οὖν ὡς ἂν ἴδωσίν σε οἱ Aἰγύπτιοι ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ αὕτη καὶ ἀποκτενοῦσίν με σὲ δὲ περιποιήσονται

13. εἰπὸν οὖν ὅτι ἀδελφὴ αὐτοῦ εἰμι ὅπως ἂν εὖ μοι γένηται διὰ σέ καὶ ζήσεται ψυχή μου ἕνεκεν σοῦ

14. ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Aβραμ εἰς Aἴγυπτον ἰδόντες οἱ Aἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ ἦν σφόδρα

15. καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες *φαραω καὶ ἐπῄνεσαν αὐτὴν πρὸς *φαραω καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον *φαραω

16. καὶ τῷ Aβραμ εὖ ἐχρήσαντο δι' αὐτήν καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι παῖδες καὶ παιδίσκαι ἡμίονοι καὶ κάμηλοι

17. καὶ ἤτασεν θεὸς τὸν *φαραω ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ *σαρας τῆς γυναικὸς Aβραμ

18. καλέσας δὲ *φαραω τὸν Aβραμ εἶπεν τί τοῦτο ἐποίησάς μοι ὅτι οὐκ ἀπήγγειλάς μοι ὅτι γυνή σού ἐστιν

19. ἵνα τί εἶπας ὅτι ἀδελφή μού ἐστιν καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα καὶ νῦν ἰδοὺ γυνή σου ἐναντίον σου λαβὼν ἀπότρεχε

20. καὶ ἐνετείλατο *φαραω ἀνδράσιν περὶ Aβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα ὅσα ἦν αὐτῷ καὶ *λωτ μετ' αὐτοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.