LXX Ezekiel 48
Widgets to be programmed here




1. καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Hμαθ αὐλῆς τοῦ Aιναν ὅριον *δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος Hμαθ αὐλῆς καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλαςαν *δαν μία

2. καὶ ἀπὸ τῶν ὁρίων τοῦ *δαν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν Aσηρ μία

3. καὶ ἀπὸ τῶν ὁρίων Aσηρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν *νεφθαλιμ μία

4. καὶ ἀπὸ τῶν ὁρίων *νεφθαλι ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν *μαναςη μία

5. καὶ ἀπὸ τῶν ὁρίων *μαναςη ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν Eφραιμ μία

6. καὶ ἀπὸ τῶν ὁρίων Eφραιμ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν Ρουβην μία

7. καὶ ἀπὸ τῶν ὁρίων Ρουβην ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν Iουδα μία

8. καὶ ἀπὸ τῶν ὁρίων Iουδα ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν ἔσται ἀπαρχὴ τοῦ ἀφορισμοῦ πέντε καὶ εἴκοσι χιλιάδες εὖρος καὶ μῆκος καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς θάλαςαν καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν

9. ἀπαρχή ἣν ἀφοριοῦσι τῷ κυρίῳ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι καὶ πέντε χιλιάδες

10. τούτων ἔσται ἀπαρχὴ τῶν ἁγίων τοῖς ἱερεῦσιν πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλαςαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μῆκος εἴκοσι καὶ πέντε χιλιάδες καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ

11. τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις υἱοῖς *σαδδουκ τοῖς φυλάςουσι τὰς φυλακὰς τοῦ οἴκου οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Iσραηλ ὃν τρόπον ἐπλανήθησαν οἱ *λευῖται

12. καὶ ἔσται αὐτοῖς ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν *λευιτῶν

13. τοῖς δὲ *λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος δέκα χιλιάδες πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι χιλιάδες

14. οὐ πραθήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηθήσεται οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογενήματα τῆς γῆς ὅτι ἅγιόν ἐστιν τῷ κυρίῳ

15. τὰς δὲ πέντε χιλιάδας τὰς περιςὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε καὶ εἴκοσι χιλιάσιν προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ καὶ ἔσται πόλις ἐν μέσῳ αὐτοῦ

16. καὶ ταῦτα τὰ μέτρα αὐτῆς ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέςαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέςαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς θάλαςαν τετρακισχιλίους πεντακοσίους

17. καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλαςαν διακόσιοι πεντήκοντα

18. καὶ τὸ περιςὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλαςαν καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου καὶ ἔσται τὰ γενήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν

19. οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Iσραηλ

20. πᾶσα ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας τετράγωνον ἀφοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως

21. τὸ δὲ περιςὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλαςαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλαςαν ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου καὶ ἔσται ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς

22. καὶ ἀπὸ τῆς κατασχέσεως τῶν *λευιτῶν καὶ ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται ἀνὰ μέσον τῶν ὁρίων Iουδα καὶ ἀνὰ μέσον τῶν ὁρίων *βενιαμιν τῶν ἀφηγουμένων ἔσται

23. καὶ τὸ περιςὸν τῶν φυλῶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν *βενιαμιν μία

24. καὶ ἀπὸ τῶν ὁρίων τῶν *βενιαμιν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν *συμεων μία

25. καὶ ἀπὸ τῶν ὁρίων τῶν *συμεων ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν Iςαχαρ μία

26. καὶ ἀπὸ τῶν ὁρίων τῶν Iςαχαρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν *ζαβουλων μία

27. καὶ ἀπὸ τῶν ὁρίων τῶν *ζαβουλων ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλαςαν *γαδ μία

28. καὶ ἀπὸ τῶν ὁρίων τῶν *γαδ ἕως τῶν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ *θαιμαν καὶ ὕδατος *μαριμωθ *καδης κληρονομίας ἕως τῆς θαλάςης τῆς μεγάλης

29. αὕτη γῆ ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς Iσραηλ καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν λέγει κύριος θεός

30. καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ

31. καὶ αἱ πύλαι τῆς πόλεως ἐπ' ὀνόμασιν φυλῶν τοῦ Iσραηλ πύλαι τρεῖς πρὸς βορρᾶν πύλη Ρουβην μία καὶ πύλη Iουδα μία καὶ πύλη *λευι μία

32. καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι καὶ πύλαι τρεῖς πύλη Iωσηφ μία καὶ πύλη *βενιαμιν μία καὶ πύλη *δαν μία

33. καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ καὶ πύλαι τρεῖς πύλη *συμεων μία καὶ πύλη Iςαχαρ μία καὶ πύλη *ζαβουλων μία

34. καὶ τὰ πρὸς θάλαςαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ καὶ πύλαι τρεῖς πύλη *γαδ μία καὶ πύλη Aσηρ μία καὶ πύλη *νεφθαλιμ μία

35. κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες καὶ τὸ ὄνομα τῆς πόλεως ἀφ' ἧς ἂν ἡμέρας γένηται ἔσται τὸ ὄνομα αὐτῆς















Parse Information
Hover over the lovely Greek words to see parse information.