1. καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2. υἱὲ ἀνθρώπου προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ὦ ὦ ἡ ἡμέρα
3. ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου ἡμέρα πέρας ἐθνῶν ἔσται
4. καὶ ἥξει μάχαιρα ἐπ' Aἰγυπτίους καὶ ἔσται ταραχὴ ἐν τῇ Aἰθιοπίᾳ καὶ πεσοῦνται τετραυματισμένοι ἐν Aἰγύπτῳ καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια
5. *πέρσαι καὶ *κρῆτες καὶ *λυδοὶ καὶ *λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ
6. καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Aἰγύπτου καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ *μαγδώλου ἕως *συήνης μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ λέγει κύριος
7. καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται
8. καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὅταν δῶ πῦρ ἐπ' Aἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ
9. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Aἰθιοπίαν καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Aἰγύπτου ὅτι ἰδοὺ ἥκει
10. τάδε λέγει κύριος κύριος καὶ ἀπολῶ πλῆθος Aἰγυπτίων διὰ χειρὸς *ναβουχοδονοσορ βασιλέως *βαβυλῶνος
11. αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν ἐπ' Aἴγυπτον καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν
12. καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων ἐγὼ κύριος λελάληκα
13. ὅτι τάδε λέγει κύριος κύριος καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ *μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Aἰγύπτου καὶ οὐκ ἔσονται ἔτι
14. καὶ ἀπολῶ γῆν *παθουρης καὶ δώσω πῦρ ἐπὶ *τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν *διοσπόλει
15. καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ *σάιν τὴν ἰσχὺν Aἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος *μέμφεως
16. καὶ δώσω πῦρ ἐπ' Aἴγυπτον καὶ ταραχὴν ταραχθήσεται *συήνη καὶ ἐν *διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα
17. νεανίσκοι ἡλίου πόλεως καὶ *βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται
18. καὶ ἐν *ταφνας συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρῖψαι με ἐκεῖ τὰ σκῆπτρα Aἰγύπτου καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς καὶ αὐτὴν νεφέλη καλύψει καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται
19. καὶ ποιήσω κρίμα ἐν Aἰγύπτῳ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
20. καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ πρώτῳ μηνὶ ἑβδόμῃ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
21. υἱὲ ἀνθρώπου τοὺς βραχίονας *φαραω βασιλέως Aἰγύπτου συνέτριψα καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν τοῦ δοθῆναι ἐπ' αὐτὸν μάλαγμα τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας
22. διὰ τοῦτο τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ *φαραω βασιλέα Aἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ
23. καὶ διασπερῶ Aἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
24. καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως *βαβυλῶνος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ καὶ ἐπάξει αὐτὴν ἐπ' Aἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς
25. καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως *βαβυλῶνος οἱ δὲ βραχίονες *φαραω πεσοῦνται καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ δοῦναι τὴν ῥομφαίαν μου εἰς χεῖρας βασιλέως *βαβυλῶνος καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Aἰγύπτου
26. καὶ διασπερῶ Aἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι κύριος