LXX Ezekiel 25
Widgets to be programmed here




1. καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

2. υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Aμμων καὶ προφήτευσον ἐπ' αὐτοὺς

3. καὶ ἐρεῖς τοῖς υἱοῖς Aμμων ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου ὅτι ἐβεβηλώθη καὶ ἐπὶ τὴν γῆν τοῦ Iσραηλ ὅτι ἠφανίσθη καὶ ἐπὶ τὸν οἶκον τοῦ Iουδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ

4. διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς *κεδεμ εἰς κληρονομίαν καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν αὐτοὶ φάγονται τοὺς καρπούς σου καὶ αὐτοὶ πίονται τὴν πιότητά σου

5. καὶ δώσω τὴν πόλιν τοῦ Aμμων εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Aμμων εἰς νομὴν προβάτων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

6. διότι τάδε λέγει κύριος ἀνθ' ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐπεψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Iσραηλ

7. διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσιν καὶ ἐξολεθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος

8. τάδε λέγει κύριος ἀνθ' ὧν εἶπεν *μωαβ ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Iσραηλ καὶ Iουδα

9. διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον *μωαβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ ἐκλεκτὴν γῆν οἶκον Aσιμουθ ἐπάνω πηγῆς πόλεως παραθαλαςίας

10. τοῖς υἱοῖς *κεδεμ ἐπὶ τοὺς υἱοὺς Aμμων δέδωκα αὐτοὺς εἰς κληρονομίαν ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Aμμων

11. καὶ εἰς *μωαβ ποιήσω ἐκδίκησιν καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος

12. τάδε λέγει κύριος ἀνθ' ὧν ἐποίησεν Iδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Iουδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην

13. διὰ τοῦτο τάδε λέγει κύριος καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Iδουμαίαν καὶ ἐξολεθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον καὶ ἐκ *θαιμαν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται

14. καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Iδουμαίαν ἐν χειρὶ λαοῦ μου Iσραηλ καὶ ποιήσουσιν ἐν τῇ Iδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου λέγει κύριος

15. διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως αἰῶνος

16. διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολεθρεύσω *κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν

17. καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς















Parse Information
Hover over the lovely Greek words to see parse information.