LXX Exodus 7
Widgets to be programmed here




1. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν λέγων ἰδοὺ δέδωκά σε θεὸν *φαραω καὶ Aαρων ἀδελφός σου ἔσται σου προφήτης

2. σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα σοι ἐντέλλομαι δὲ Aαρων ἀδελφός σου λαλήσει πρὸς *φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Iσραηλ ἐκ τῆς γῆς αὐτοῦ

3. ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν *φαραω καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Aἰγύπτῳ

4. καὶ οὐκ εἰσακούσεται ὑμῶν *φαραω καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ' Aἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Iσραηλ ἐκ γῆς Aἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ

5. καὶ γνώσονται πάντες οἱ Aἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ' Aἴγυπτον καὶ ἐξάξω τοὺς υἱοὺς Iσραηλ ἐκ μέσου αὐτῶν

6. ἐποίησεν δὲ *μωυσῆς καὶ Aαρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος οὕτως ἐποίησαν

7. *μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα Aαρων δὲ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν ἡνίκα ἐλάλησεν πρὸς *φαραω

8. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν καὶ Aαρων λέγων

9. καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς *φαραω λέγων δότε ἡμῖν σημεῖον τέρας καὶ ἐρεῖς Aαρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον καὶ ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον *φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἔσται δράκων

10. εἰσῆλθεν δὲ *μωυσῆς καὶ Aαρων ἐναντίον *φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἔρριψεν Aαρων τὴν ῥάβδον ἐναντίον *φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἐγένετο δράκων

11. συνεκάλεσεν δὲ *φαραω τοὺς σοφιστὰς Aἰγύπτου καὶ τοὺς φαρμακούς καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Aἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως

12. καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτοῦ καὶ ἐγένοντο δράκοντες καὶ κατέπιεν ῥάβδος Aαρων τὰς ἐκείνων ῥάβδους

13. καὶ κατίσχυσεν καρδία *φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ ἐλάλησεν αὐτοῖς κύριος

14. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν βεβάρηται καρδία *φαραω τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν

15. βάδισον πρὸς *φαραω τὸ πρωί ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ καὶ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ τὴν ῥάβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου

16. καὶ ἐρεῖς πρὸς αὐτόν κύριος θεὸς τῶν Eβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου

17. τάδε λέγει κύριος ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ καὶ μεταβαλεῖ εἰς αἷμα

18. καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν καὶ ἐποζέσει ποταμός καὶ οὐ δυνήσονται οἱ Aἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ

19. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν εἰπὸν Aαρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Aἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν καὶ ἔσται αἷμα καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Aἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις

20. καὶ ἐποίησαν οὕτως *μωυσῆς καὶ Aαρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον *φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα

21. καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν καὶ ἐπώζεσεν ποταμός καὶ οὐκ ἠδύναντο οἱ Aἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Aἰγύπτου

22. ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Aἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἐσκληρύνθη καρδία *φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ εἶπεν κύριος

23. ἐπιστραφεὶς δὲ *φαραω εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ

24. ὤρυξαν δὲ πάντες οἱ Aἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ

25. καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν

26. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν εἴσελθε πρὸς *φαραω καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν

27. εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις

28. καὶ ἐξερεύξεται ποταμὸς βατράχους καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμίεια τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράμασίν σου καὶ ἐν τοῖς κλιβάνοις σου

29. καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι















Parse Information
Hover over the lovely Greek words to see parse information.