LXX Exodus 6
Widgets to be programmed here




1. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν ἤδη ὄψει ποιήσω τῷ *φαραω ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ

2. ἐλάλησεν δὲ θεὸς πρὸς *μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν ἐγὼ κύριος

3. καὶ ὤφθην πρὸς Aβρααμ καὶ Iσαακ καὶ Iακωβ θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς

4. καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν *χαναναίων τὴν γῆν ἣν παρῳκήκασιν ἐν καὶ παρῴκησαν ἐπ' αὐτῆς

5. καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Iσραηλ ὃν οἱ Aἰγύπτιοι καταδουλοῦνται αὐτούς καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν

6. βάδιζε εἰπὸν τοῖς υἱοῖς Iσραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Aἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ

7. καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος θεὸς ὑμῶν ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Aἰγυπτίων

8. καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Aβρααμ καὶ Iσαακ καὶ Iακωβ καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ ἐγὼ κύριος

9. ἐλάλησεν δὲ *μωυσῆς οὕτως τοῖς υἱοῖς Iσραηλ καὶ οὐκ εἰσήκουσαν *μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν

10. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν λέγων

11. εἴσελθε λάλησον *φαραω βασιλεῖ Aἰγύπτου ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Iσραηλ ἐκ τῆς γῆς αὐτοῦ

12. ἐλάλησεν δὲ *μωυσῆς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Iσραηλ οὐκ εἰσήκουσάν μου καὶ πῶς εἰσακούσεταί μου *φαραω ἐγὼ δὲ ἄλογός εἰμι

13. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν καὶ Aαρων καὶ συνέταξεν αὐτοῖς πρὸς *φαραω βασιλέα Aἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Iσραηλ ἐκ γῆς Aἰγύπτου

14. καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν υἱοὶ Ρουβην πρωτοτόκου Iσραηλ Eνωχ καὶ *φαλλους Aσρων καὶ *χαρμι αὕτη συγγένεια Ρουβην

15. καὶ υἱοὶ *συμεων Iεμουηλ καὶ Iαμιν καὶ Aωδ καὶ Iαχιν καὶ *σααρ καὶ *σαουλ ἐκ τῆς *φοινίςης αὗται αἱ πατριαὶ τῶν υἱῶν *συμεων

16. καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν *λευι κατὰ συγγενείας αὐτῶν *γεδσων *κααθ καὶ *μεραρι καὶ τὰ ἔτη τῆς ζωῆς *λευι ἑκατὸν τριάκοντα ἑπτά

17. καὶ οὗτοι υἱοὶ *γεδσων *λοβενι καὶ *σεμει+ οἶκοι πατριᾶς αὐτῶν

18. καὶ υἱοὶ *κααθ Aμβραμ καὶ Iςααρ *χεβρων καὶ Oζιηλ καὶ τὰ ἔτη τῆς ζωῆς *κααθ ἑκατὸν τριάκοντα ἔτη

19. καὶ υἱοὶ *μεραρι *μοολι καὶ Oμουσι οὗτοι οἶκοι πατριῶν *λευι κατὰ συγγενείας αὐτῶν

20. καὶ ἔλαβεν Aμβραμ τὴν Iωχαβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα καὶ ἐγέννησεν αὐτῷ τόν τε Aαρων καὶ *μωυσῆν καὶ *μαριαμ τὴν ἀδελφὴν αὐτῶν τὰ δὲ ἔτη τῆς ζωῆς Aμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη

21. καὶ υἱοὶ Iςααρ *κορε καὶ *ναφεκ καὶ *ζεχρι

22. καὶ υἱοὶ Oζιηλ Eλισαφαν καὶ *σετρι

23. ἔλαβεν δὲ Aαρων τὴν Eλισαβεθ θυγατέρα Aμιναδαβ ἀδελφὴν *νααςων αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τόν τε *ναδαβ καὶ Aβιουδ καὶ Eλεαζαρ καὶ Iθαμαρ

24. υἱοὶ δὲ *κορε Aσιρ καὶ Eλκανα καὶ Aβιασαφ αὗται αἱ γενέσεις *κορε

25. καὶ Eλεαζαρ τοῦ Aαρων ἔλαβεν τῶν θυγατέρων *φουτιηλ αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν *φινεες αὗται αἱ ἀρχαὶ πατριᾶς *λευιτῶν κατὰ γενέσεις αὐτῶν

26. οὗτος Aαρων καὶ *μωυσῆς οἷς εἶπεν αὐτοῖς θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Iσραηλ ἐκ γῆς Aἰγύπτου σὺν δυνάμει αὐτῶν

27. οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς *φαραω βασιλέα Aἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Iσραηλ ἐξ Aἰγύπτου αὐτὸς Aαρων καὶ *μωυσῆς

28. ἡμέρᾳ ἐλάλησεν κύριος *μωυσῇ ἐν γῇ Aἰγύπτῳ

29. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων ἐγὼ κύριος λάλησον πρὸς *φαραω βασιλέα Aἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ

30. καὶ εἶπεν *μωυσῆς ἐναντίον κυρίου ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι καὶ πῶς εἰσακούσεταί μου *φαραω















Parse Information
Hover over the lovely Greek words to see parse information.