LXX Exodus 4
Widgets to be programmed here




1. ἀπεκρίθη δὲ *μωυσῆς καὶ εἶπεν ἐὰν οὖν μὴ πιστεύσωσίν μοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς μου ἐροῦσιν γὰρ ὅτι οὐκ ὦπταί σοι θεός τί ἐρῶ πρὸς αὐτούς

2. εἶπεν δὲ αὐτῷ κύριος τί τοῦτό ἐστιν τὸ ἐν τῇ χειρί σου δὲ εἶπεν ῥάβδος

3. καὶ εἶπεν ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφις καὶ ἔφυγεν *μωυσῆς ἀπ' αὐτοῦ

4. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ

5. ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι κύριος θεὸς τῶν πατέρων αὐτῶν θεὸς Aβρααμ καὶ θεὸς Iσαακ καὶ θεὸς Iακωβ

6. εἶπεν δὲ αὐτῷ κύριος πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ καὶ ἐγενήθη χεὶρ αὐτοῦ ὡσεὶ χιών

7. καὶ εἶπεν πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ

8. ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου πιστεύσουσίν σοι τῆς φωνῆς τοῦ σημείου τοῦ ἐσχάτου

9. καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου λήμψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν καὶ ἔσται τὸ ὕδωρ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ

10. εἶπεν δὲ *μωυσῆς πρὸς κύριον δέομαι κύριε οὐχ ἱκανός εἰμι πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας οὐδὲ ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου ἰσχνόφωνος καὶ βραδύγλωςος ἐγώ εἰμι

11. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν τίς ἔδωκεν στόμα ἀνθρώπῳ καὶ τίς ἐποίησεν δύσκωφον καὶ κωφόν βλέποντα καὶ τυφλόν οὐκ ἐγὼ θεός

12. καὶ νῦν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ συμβιβάσω σε μέλλεις λαλῆσαι

13. καὶ εἶπεν *μωυσῆς δέομαι κύριε προχείρισαι δυνάμενον ἄλλον ὃν ἀποστελεῖς

14. καὶ θυμωθεὶς ὀργῇ κύριος ἐπὶ *μωυσῆν εἶπεν οὐκ ἰδοὺ Aαρων ἀδελφός σου *λευίτης ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ

15. καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ποιήσετε

16. καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν καὶ αὐτὸς ἔσται σου στόμα σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν

17. καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου ἐν ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα

18. ἐπορεύθη δὲ *μωυσῆς καὶ ἀπέστρεψεν πρὸς Iοθορ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Aἰγύπτῳ καὶ ὄψομαι εἰ ἔτι ζῶσιν καὶ εἶπεν Iοθορ *μωυσῇ βάδιζε ὑγιαίνων

19. μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν βασιλεὺς Aἰγύπτου εἶπεν δὲ κύριος πρὸς *μωυσῆν ἐν *μαδιαμ βάδιζε ἄπελθε εἰς Aἴγυπτον τεθνήκασιν γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν

20. ἀναλαβὼν δὲ *μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Aἴγυπτον ἔλαβεν δὲ *μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ

21. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Aἴγυπτον ὅρα πάντα τὰ τέρατα ἔδωκα ἐν ταῖς χερσίν σου ποιήσεις αὐτὰ ἐναντίον *φαραω ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν

22. σὺ δὲ ἐρεῖς τῷ *φαραω τάδε λέγει κύριος υἱὸς πρωτότοκός μου Iσραηλ

23. εἶπα δέ σοι ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς ὅρα οὖν ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον

24. ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι

25. καὶ λαβοῦσα *σεπφωρα ψῆφον περιέτεμεν τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσεν πρὸς τοὺς πόδας καὶ εἶπεν ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου

26. καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ διότι εἶπεν ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου

27. εἶπεν δὲ κύριος πρὸς Aαρων πορεύθητι εἰς συνάντησιν *μωυσεῖ εἰς τὴν ἔρημον καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ θεοῦ καὶ κατεφίλησαν ἀλλήλους

28. καὶ ἀνήγγειλεν *μωυσῆς τῷ Aαρων πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν καὶ πάντα τὰ σημεῖα ἐνετείλατο αὐτῷ

29. ἐπορεύθη δὲ *μωυσῆς καὶ Aαρων καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν Iσραηλ

30. καὶ ἐλάλησεν Aαρων πάντα τὰ ῥήματα ταῦτα ἐλάλησεν θεὸς πρὸς *μωυσῆν καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ

31. καὶ ἐπίστευσεν λαὸς καὶ ἐχάρη ὅτι ἐπεσκέψατο θεὸς τοὺς υἱοὺς Iσραηλ καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλῖψιν κύψας δὲ λαὸς προσεκύνησεν















Parse Information
Hover over the lovely Greek words to see parse information.