LXX Exodus 31
Widgets to be programmed here




1. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

2. ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν *βεσελεηλ τὸν τοῦ Oυριου τὸν Ωρ τῆς φυλῆς Iουδα

3. καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ

4. διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύςον τὴν κεκλωσμένην

5. καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα

6. καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Eλιαβ τὸν τοῦ Aχισαμαχ ἐκ φυλῆς *δαν καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα

7. τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ' αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς

8. καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς

9. καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ

10. καὶ τὰς στολὰς τὰς λειτουργικὰς Aαρων καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι

11. καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου κατὰ πάντα ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν

12. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων

13. καὶ σὺ σύνταξον τοῖς υἱοῖς Iσραηλ λέγων ὁρᾶτε καὶ τὰ σάββατά μου φυλάξεσθε σημεῖόν ἐστιν παρ' ἐμοὶ καὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν ἵνα γνῶτε ὅτι ἐγὼ κύριος ἁγιάζων ὑμᾶς

14. καὶ φυλάξεσθε τὰ σάββατα ὅτι ἅγιον τοῦτό ἐστιν κυρίου ὑμῖν βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον ἐξολεθρευθήσεται ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ

15. ἓξ ἡμέρας ποιήσεις ἔργα τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ πᾶς ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ θανάτῳ θανατωθήσεται

16. καὶ φυλάξουσιν οἱ υἱοὶ Iσραηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν διαθήκη αἰώνιος

17. ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Iσραηλ σημεῖόν ἐστιν αἰώνιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐπαύσατο καὶ κατέπαυσεν

18. καὶ ἔδωκεν *μωυσεῖ ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ *σινα τὰς δύο πλάκας τοῦ μαρτυρίου πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.