1. καὶ *μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Iοθορ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως *μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος *χωρηβ
2. ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί ὁ δὲ βάτος οὐ κατεκαίετο
3. εἶπεν δὲ *μωυσῆς παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο τί ὅτι οὐ κατακαίεται ὁ βάτος
4. ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων *μωυσῆ *μωυσῆ ὁ δὲ εἶπεν τί ἐστιν
5. καὶ εἶπεν μὴ ἐγγίσῃς ὧδε λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστίν
6. καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου θεὸς Aβρααμ καὶ θεὸς Iσαακ καὶ θεὸς Iακωβ ἀπέστρεψεν δὲ *μωυσῆς τὸ πρόσωπον αὐτοῦ εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ
7. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Aἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν
8. καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Aἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰς τὸν τόπον τῶν *χαναναίων καὶ *χετταίων καὶ Aμορραίων καὶ *φερεζαίων καὶ *γεργεσαίων καὶ Eυαίων καὶ Iεβουσαίων
9. καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Iσραηλ ἥκει πρός με κἀγὼ ἑώρακα τὸν θλιμμόν ὃν οἱ Aἰγύπτιοι θλίβουσιν αὐτούς
10. καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς *φαραω βασιλέα Aἰγύπτου καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Iσραηλ ἐκ γῆς Aἰγύπτου
11. καὶ εἶπεν *μωυσῆς πρὸς τὸν θεόν τίς εἰμι ὅτι πορεύσομαι πρὸς *φαραω βασιλέα Aἰγύπτου καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Iσραηλ ἐκ γῆς Aἰγύπτου
12. εἶπεν δὲ ὁ θεὸς *μωυσεῖ λέγων ὅτι ἔσομαι μετὰ σοῦ καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστέλλω ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Aἰγύπτου καὶ λατρεύσετε τῷ θεῷ ἐν τῷ ὄρει τούτῳ
13. καὶ εἶπεν *μωυσῆς πρὸς τὸν θεόν ἰδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Iσραηλ καὶ ἐρῶ πρὸς αὐτούς ὁ θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέν με πρὸς ὑμᾶς ἐρωτήσουσίν με τί ὄνομα αὐτῷ τί ἐρῶ πρὸς αὐτούς
14. καὶ εἶπεν ὁ θεὸς πρὸς *μωυσῆν ἐγώ εἰμι ὁ ὤν καὶ εἶπεν οὕτως ἐρεῖς τοῖς υἱοῖς Iσραηλ ὁ ὢν ἀπέσταλκέν με πρὸς ὑμᾶς
15. καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς *μωυσῆν οὕτως ἐρεῖς τοῖς υἱοῖς Iσραηλ κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν θεὸς Aβρααμ καὶ θεὸς Iσαακ καὶ θεὸς Iακωβ ἀπέσταλκέν με πρὸς ὑμᾶς τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς
16. ἐλθὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Iσραηλ καὶ ἐρεῖς πρὸς αὐτούς κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι θεὸς Aβρααμ καὶ θεὸς Iσαακ καὶ θεὸς Iακωβ λέγων ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Aἰγύπτῳ
17. καὶ εἶπον ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Aἰγυπτίων εἰς τὴν γῆν τῶν *χαναναίων καὶ *χετταίων καὶ Aμορραίων καὶ *φερεζαίων καὶ *γεργεσαίων καὶ Eυαίων καὶ Iεβουσαίων εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι
18. καὶ εἰσακούσονταί σου τῆς φωνῆς καὶ εἰσελεύσῃ σὺ καὶ ἡ γερουσία Iσραηλ πρὸς *φαραω βασιλέα Aἰγύπτου καὶ ἐρεῖς πρὸς αὐτόν ὁ θεὸς τῶν Eβραίων προσκέκληται ἡμᾶς πορευσώμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον ἵνα θύσωμεν τῷ θεῷ ἡμῶν
19. ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς *φαραω βασιλεὺς Aἰγύπτου πορευθῆναι ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς
20. καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς Aἰγυπτίους ἐν πᾶσι τοῖς θαυμασίοις μου οἷς ποιήσω ἐν αὐτοῖς καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς
21. καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Aἰγυπτίων ὅταν δὲ ἀποτρέχητε οὐκ ἀπελεύσεσθε κενοί
22. αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν καὶ σκυλεύσετε τοὺς Aἰγυπτίους