LXX Exodus 24
Widgets to be programmed here




1. καὶ *μωυσῇ εἶπεν ἀνάβηθι πρὸς κύριον σὺ καὶ Aαρων καὶ *ναδαβ καὶ Aβιουδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Iσραηλ καὶ προσκυνήσουσιν μακρόθεν τῷ κυρίῳ

2. καὶ ἐγγιεῖ *μωυσῆς μόνος πρὸς τὸν θεόν αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν δὲ λαὸς οὐ συναναβήσεται μετ' αὐτῶν

3. εἰσῆλθεν δὲ *μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ θεοῦ καὶ τὰ δικαιώματα ἀπεκρίθη δὲ πᾶς λαὸς φωνῇ μιᾷ λέγοντες πάντας τοὺς λόγους οὓς ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα

4. καὶ ἔγραψεν *μωυσῆς πάντα τὰ ῥήματα κυρίου ὀρθρίσας δὲ *μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Iσραηλ

5. καὶ ἐξαπέστειλεν τοὺς νεανίσκους τῶν υἱῶν Iσραηλ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ θεῷ μοσχάρια

6. λαβὼν δὲ *μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεεν πρὸς τὸ θυσιαστήριον

7. καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ εἶπαν πάντα ὅσα ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα

8. λαβὼν δὲ *μωυσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ καὶ εἶπεν ἰδοὺ τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων

9. καὶ ἀνέβη *μωυσῆς καὶ Aαρων καὶ *ναδαβ καὶ Aβιουδ καὶ ἑβδομήκοντα τῆς γερουσίας Iσραηλ

10. καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ἐκεῖ θεὸς τοῦ Iσραηλ καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι

11. καὶ τῶν ἐπιλέκτων τοῦ Iσραηλ οὐ διεφώνησεν οὐδὲ εἷς καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ θεοῦ καὶ ἔφαγον καὶ ἔπιον

12. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα τὸν νόμον καὶ τὰς ἐντολάς ἂς ἔγραψα νομοθετῆσαι αὐτοῖς

13. καὶ ἀναστὰς *μωυσῆς καὶ Ἰησοῦς παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ θεοῦ

14. καὶ τοῖς πρεσβυτέροις εἶπαν ἡσυχάζετε αὐτοῦ ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς καὶ ἰδοὺ Aαρων καὶ Ωρ μεθ' ὑμῶν ἐάν τινι συμβῇ κρίσις προσπορευέσθωσαν αὐτοῖς

15. καὶ ἀνέβη *μωυσῆς καὶ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκάλυψεν νεφέλη τὸ ὄρος

16. καὶ κατέβη δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος τὸ *σινα καὶ ἐκάλυψεν αὐτὸ νεφέλη ἓξ ἡμέρας καὶ ἐκάλεσεν κύριος τὸν *μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης

17. τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Iσραηλ

18. καὶ εἰσῆλθεν *μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεςαράκοντα ἡμέρας καὶ τεςαράκοντα νύκτας















Parse Information
Hover over the lovely Greek words to see parse information.