LXX Exodus 18
Widgets to be programmed here




1. ἤκουσεν δὲ Iοθορ ἱερεὺς *μαδιαμ γαμβρὸς *μωυσῆ πάντα ὅσα ἐποίησεν κύριος Iσραηλ τῷ ἑαυτοῦ λαῷ ἐξήγαγεν γὰρ κύριος τὸν Iσραηλ ἐξ Aἰγύπτου

2. ἔλαβεν δὲ Iοθορ γαμβρὸς *μωυσῆ *σεπφωραν τὴν γυναῖκα *μωυσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς

3. καὶ τοὺς δύο υἱοὺς αὐτοῦ ὄνομα τῷ ἑνὶ αὐτῶν *γηρσαμ λέγων πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ

4. καὶ τὸ ὄνομα τοῦ δευτέρου Eλιεζερ λέγων γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς *φαραω

5. καὶ ἐξῆλθεν Iοθορ γαμβρὸς *μωυσῆ καὶ οἱ υἱοὶ καὶ γυνὴ πρὸς *μωυσῆν εἰς τὴν ἔρημον οὗ παρενέβαλεν ἐπ' ὄρους τοῦ θεοῦ

6. ἀνηγγέλη δὲ *μωυσεῖ λέγοντες ἰδοὺ γαμβρός σου Iοθορ παραγίνεται πρὸς σέ καὶ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ' αὐτοῦ

7. ἐξῆλθεν δὲ *μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ ἐφίλησεν αὐτόν καὶ ἠσπάσαντο ἀλλήλους καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκηνήν

8. καὶ διηγήσατο *μωυσῆς τῷ γαμβρῷ πάντα ὅσα ἐποίησεν κύριος τῷ *φαραω καὶ τοῖς Aἰγυπτίοις ἕνεκεν τοῦ Iσραηλ καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ καὶ ὅτι ἐξείλατο αὐτοὺς κύριος ἐκ χειρὸς *φαραω καὶ ἐκ χειρὸς τῶν Aἰγυπτίων

9. ἐξέστη δὲ Iοθορ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς οἷς ἐποίησεν αὐτοῖς κύριος ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Aἰγυπτίων καὶ ἐκ χειρὸς *φαραω

10. καὶ εἶπεν Iοθορ εὐλογητὸς κύριος ὅτι ἐξείλατο τὸν λαὸν αὐτοῦ ἐκ χειρὸς Aἰγυπτίων καὶ ἐκ χειρὸς *φαραω

11. νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοῖς

12. καὶ ἔλαβεν Iοθορ γαμβρὸς *μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ θεῷ παρεγένετο δὲ Aαρων καὶ πάντες οἱ πρεσβύτεροι Iσραηλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ *μωυσῆ ἐναντίον τοῦ θεοῦ

13. καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισεν *μωυσῆς κρίνειν τὸν λαόν παρειστήκει δὲ πᾶς λαὸς *μωυσεῖ ἀπὸ πρωίθεν ἕως ἑσπέρας

14. καὶ ἰδὼν Iοθορ πάντα ὅσα ἐποίει τῷ λαῷ λέγει τί τοῦτο σὺ ποιεῖς τῷ λαῷ διὰ τί σὺ κάθησαι μόνος πᾶς δὲ λαὸς παρέστηκέν σοι ἀπὸ πρωίθεν ἕως δείλης

15. καὶ λέγει *μωυσῆς τῷ γαμβρῷ ὅτι παραγίνεται πρός με λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ θεοῦ

16. ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρός με διακρίνω ἕκαστον καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ

17. εἶπεν δὲ γαμβρὸς *μωυσῆ πρὸς αὐτόν οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ῥῆμα τοῦτο

18. φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ καὶ πᾶς λαὸς οὗτος ὅς ἐστιν μετὰ σοῦ βαρύ σοι τὸ ῥῆμα τοῦτο οὐ δυνήσῃ ποιεῖν μόνος

19. νῦν οὖν ἄκουσόν μου καὶ συμβουλεύσω σοι καὶ ἔσται θεὸς μετὰ σοῦ γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν θεὸν καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν θεὸν

20. καὶ διαμαρτυρῇ αὐτοῖς τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ καὶ σημανεῖς αὐτοῖς τὰς ὁδούς ἐν αἷς πορεύσονται ἐν αὐταῖς καὶ τὰ ἔργα ποιήσουσιν

21. καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς θεοσεβεῖς ἄνδρας δικαίους μισοῦντας ὑπερηφανίαν καὶ καταστήσεις αὐτοὺς ἐπ' αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους

22. καὶ κρινοῦσιν τὸν λαὸν πᾶσαν ὥραν τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοὶ καὶ κουφιοῦσιν ἀπὸ σοῦ καὶ συναντιλήμψονταί σοι

23. ἐὰν τὸ ῥῆμα τοῦτο ποιήσῃς κατισχύσει σε θεός καὶ δυνήσῃ παραστῆναι καὶ πᾶς λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον μετ' εἰρήνης ἥξει

24. ἤκουσεν δὲ *μωυσῆς τῆς φωνῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν

25. καὶ ἐπέλεξεν *μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς Iσραηλ καὶ ἐποίησεν αὐτοὺς ἐπ' αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους

26. καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν πᾶν δὲ ῥῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ *μωυσῆν πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί

27. ἐξαπέστειλεν δὲ *μωυσῆς τὸν ἑαυτοῦ γαμβρόν καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.