LXX Exodus 17
Widgets to be programmed here




1. καὶ ἀπῆρεν πᾶσα συναγωγὴ υἱῶν Iσραηλ ἐκ τῆς ἐρήμου *σιν κατὰ παρεμβολὰς αὐτῶν διὰ ῥήματος κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδιν οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν

2. καὶ ἐλοιδορεῖτο λαὸς πρὸς *μωυσῆν λέγοντες δὸς ἡμῖν ὕδωρ ἵνα πίωμεν καὶ εἶπεν αὐτοῖς *μωυσῆς τί λοιδορεῖσθέ μοι καὶ τί πειράζετε κύριον

3. ἐδίψησεν δὲ ἐκεῖ λαὸς ὕδατι καὶ ἐγόγγυζεν ἐκεῖ λαὸς πρὸς *μωυσῆν λέγοντες ἵνα τί τοῦτο ἀνεβίβασας ἡμᾶς ἐξ Aἰγύπτου ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει

4. ἐβόησεν δὲ *μωυσῆς πρὸς κύριον λέγων τί ποιήσω τῷ λαῷ τούτῳ ἔτι μικρὸν καὶ καταλιθοβολήσουσίν με

5. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν προπορεύου τοῦ λαοῦ τούτου λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ τὴν ῥάβδον ἐν ἐπάταξας τὸν ποταμόν λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ

6. ὅδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν *χωρηβ καὶ πατάξεις τὴν πέτραν καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ καὶ πίεται λαός μου ἐποίησεν δὲ *μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν Iσραηλ

7. καὶ ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου πειρασμὸς καὶ λοιδόρησις διὰ τὴν λοιδορίαν τῶν υἱῶν Iσραηλ καὶ διὰ τὸ πειράζειν κύριον λέγοντας εἰ ἔστιν κύριος ἐν ἡμῖν οὔ

8. ἦλθεν δὲ Aμαληκ καὶ ἐπολέμει Iσραηλ ἐν Ραφιδιν

9. εἶπεν δὲ *μωυσῆς τῷ Ἰησοῦ ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τῷ Aμαληκ αὔριον καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ καὶ ῥάβδος τοῦ θεοῦ ἐν τῇ χειρί μου

10. καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν αὐτῷ *μωυσῆς καὶ ἐξελθὼν παρετάξατο τῷ Aμαληκ καὶ *μωυσῆς καὶ Aαρων καὶ Ωρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ

11. καὶ ἐγίνετο ὅταν ἐπῆρεν *μωυσῆς τὰς χεῖρας κατίσχυεν Iσραηλ ὅταν δὲ καθῆκεν τὰς χεῖρας κατίσχυεν Aμαληκ

12. αἱ δὲ χεῖρες *μωυσῆ βαρεῖαι καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ' αὐτόν καὶ ἐκάθητο ἐπ' αὐτοῦ καὶ Aαρων καὶ Ωρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς καὶ ἐγένοντο αἱ χεῖρες *μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου

13. καὶ ἐτρέψατο Ἰησοῦς τὸν Aμαληκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας

14. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῖ ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Aμαληκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν

15. καὶ ᾠκοδόμησεν *μωυσῆς θυσιαστήριον κυρίῳ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ κύριός μου καταφυγή

16. ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ κύριος ἐπὶ Aμαληκ ἀπὸ γενεῶν εἰς γενεάς















Parse Information
Hover over the lovely Greek words to see parse information.