1. καὶ ἐλάλησεν κύριος πρὸς *μωυσῆν λέγων
2. λάλησον τοῖς υἱοῖς Iσραηλ καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως ἀνὰ μέσον *μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάςης ἐξ ἐναντίας *βεελσεπφων ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάςης
3. καὶ ἐρεῖ *φαραω τῷ λαῷ αὐτοῦ οἱ υἱοὶ Iσραηλ πλανῶνται οὗτοι ἐν τῇ γῇ συγκέκλεικεν γὰρ αὐτοὺς ἡ ἔρημος
4. ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν *φαραω καὶ καταδιώξεται ὀπίσω αὐτῶν καὶ ἐνδοξασθήσομαι ἐν *φαραω καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ γνώσονται πάντες οἱ Aἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος καὶ ἐποίησαν οὕτως
5. καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν Aἰγυπτίων ὅτι πέφευγεν ὁ λαός καὶ μετεστράφη ἡ καρδία *φαραω καὶ τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν καὶ εἶπαν τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστεῖλαι τοὺς υἱοὺς Iσραηλ τοῦ μὴ δουλεύειν ἡμῖν
6. ἔζευξεν οὖν *φαραω τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγεν μεθ' ἑαυτοῦ
7. καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν Aἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων
8. καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν *φαραω βασιλέως Aἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν Iσραηλ οἱ δὲ υἱοὶ Iσραηλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ
9. καὶ κατεδίωξαν οἱ Aἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλαςαν καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα *φαραω καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξ ἐναντίας *βεελσεπφων
10. καὶ *φαραω προσῆγεν καὶ ἀναβλέψαντες οἱ υἱοὶ Iσραηλ τοῖς ὀφθαλμοῖς ὁρῶσιν καὶ οἱ Aἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα ἀνεβόησαν δὲ οἱ υἱοὶ Iσραηλ πρὸς κύριον
11. καὶ εἶπεν πρὸς *μωυσῆν παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Aἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Aἰγύπτου
12. οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Aἰγύπτῳ λέγοντες πάρες ἡμᾶς ὅπως δουλεύσωμεν τοῖς Aἰγυπτίοις κρεῖςον γὰρ ἡμᾶς δουλεύειν τοῖς Aἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ
13. εἶπεν δὲ *μωυσῆς πρὸς τὸν λαόν θαρσεῖτε στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἣν ποιήσει ἡμῖν σήμερον ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Aἰγυπτίους σήμερον οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον
14. κύριος πολεμήσει περὶ ὑμῶν καὶ ὑμεῖς σιγήσετε
15. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν τί βοᾷς πρός με λάλησον τοῖς υἱοῖς Iσραηλ καὶ ἀναζευξάτωσαν
16. καὶ σὺ ἔπαρον τῇ ῥάβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλαςαν καὶ ῥῆξον αὐτήν καὶ εἰσελθάτωσαν οἱ υἱοὶ Iσραηλ εἰς μέσον τῆς θαλάςης κατὰ τὸ ξηρόν
17. καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν *φαραω καὶ τῶν Aἰγυπτίων πάντων καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν καὶ ἐνδοξασθήσομαι ἐν *φαραω καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασιν καὶ ἐν τοῖς ἵπποις αὐτοῦ
18. καὶ γνώσονται πάντες οἱ Aἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐνδοξαζομένου μου ἐν *φαραω καὶ ἐν τοῖς ἅρμασιν καὶ ἵπποις αὐτοῦ
19. ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Iσραηλ καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν
20. καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Aἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Iσραηλ καὶ ἔστη καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ διῆλθεν ἡ νύξ καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα
21. ἐξέτεινεν δὲ *μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλαςαν καὶ ὑπήγαγεν κύριος τὴν θάλαςαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησεν τὴν θάλαςαν ξηράν καὶ ἐσχίσθη τὸ ὕδωρ
22. καὶ εἰσῆλθον οἱ υἱοὶ Iσραηλ εἰς μέσον τῆς θαλάςης κατὰ τὸ ξηρόν καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων
23. κατεδίωξαν δὲ οἱ Aἰγύπτιοι καὶ εἰσῆλθον ὀπίσω αὐτῶν πᾶσα ἡ ἵππος *φαραω καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται εἰς μέσον τῆς θαλάςης
24. ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Aἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης καὶ συνετάραξεν τὴν παρεμβολὴν τῶν Aἰγυπτίων
25. καὶ συνέδησεν τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας καὶ εἶπαν οἱ Aἰγύπτιοι φύγωμεν ἀπὸ προσώπου Iσραηλ ὁ γὰρ κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς Aἰγυπτίους
26. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλαςαν καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Aἰγυπτίους ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας
27. ἐξέτεινεν δὲ *μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλαςαν καὶ ἀπεκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας οἱ δὲ Aἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ καὶ ἐξετίναξεν κύριος τοὺς Aἰγυπτίους μέσον τῆς θαλάςης
28. καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψεν τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν *φαραω τοὺς εἰσπεπορευμένους ὀπίσω αὐτῶν εἰς τὴν θάλαςαν καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς
29. οἱ δὲ υἱοὶ Iσραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάςης τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων
30. καὶ ἐρρύσατο κύριος τὸν Iσραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν Aἰγυπτίων καὶ εἶδεν Iσραηλ τοὺς Aἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάςης
31. εἶδεν δὲ Iσραηλ τὴν χεῖρα τὴν μεγάλην ἂ ἐποίησεν κύριος τοῖς Aἰγυπτίοις ἐφοβήθη δὲ ὁ λαὸς τὸν κύριον καὶ ἐπίστευσαν τῷ θεῷ καὶ *μωυσῇ τῷ θεράποντι αὐτοῦ