LXX Exodus 11
Widgets to be programmed here




1. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν ἔτι μίαν πληγὴν ἐπάξω ἐπὶ *φαραω καὶ ἐπ' Aἴγυπτον καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ἐντεῦθεν ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῇ

2. λάλησον οὖν κρυφῇ εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον καὶ γυνὴ παρὰ τῆς πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν

3. κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Aἰγυπτίων καὶ ἔχρησαν αὐτοῖς καὶ ἄνθρωπος *μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Aἰγυπτίων καὶ ἐναντίον *φαραω καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ

4. καὶ εἶπεν *μωυσῆς τάδε λέγει κύριος περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Aἰγύπτου

5. καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Aἰγύπτῳ ἀπὸ πρωτοτόκου *φαραω ὃς κάθηται ἐπὶ τοῦ θρόνου καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους

6. καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Aἰγύπτου ἥτις τοιαύτη οὐ γέγονεν καὶ τοιαύτη οὐκέτι προστεθήσεται

7. καὶ ἐν πᾶσι τοῖς υἱοῖς Iσραηλ οὐ γρύξει κύων τῇ γλώςῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅπως εἰδῇς ὅσα παραδοξάσει κύριος ἀνὰ μέσον τῶν Aἰγυπτίων καὶ τοῦ Iσραηλ

8. καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με καὶ προκυνήσουσίν με λέγοντες ἔξελθε σὺ καὶ πᾶς λαός σου οὗ σὺ ἀφηγῇ καὶ μετὰ ταῦτα ἐξελεύσομαι ἐξῆλθεν δὲ *μωυσῆς ἀπὸ *φαραω μετὰ θυμοῦ

9. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν οὐκ εἰσακούσεται ὑμῶν *φαραω ἵνα πληθύνων πληθύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Aἰγύπτῳ

10. *μωυσῆς δὲ καὶ Aαρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Aἰγύπτῳ ἐναντίον *φαραω ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν *φαραω καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Iσραηλ ἐκ γῆς Aἰγύπτου















Parse Information
Hover over the lovely Greek words to see parse information.