LXX Exodus 10
Widgets to be programmed here




1. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν λέγων εἴσελθε πρὸς *φαραω ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ' αὐτούς

2. ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Aἰγυπτίοις καὶ τὰ σημεῖά μου ἐποίησα ἐν αὐτοῖς καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος

3. εἰσῆλθεν δὲ *μωυσῆς καὶ Aαρων ἐναντίον *φαραω καὶ εἶπαν αὐτῷ τάδε λέγει κύριος θεὸς τῶν Eβραίων ἕως τίνος οὐ βούλει ἐντραπῆναί με ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι

4. ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου

5. καὶ καλύψει τὴν ὄψιν τῆς γῆς καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν καὶ κατέδεται πᾶν τὸ περιςὸν τῆς γῆς τὸ καταλειφθέν κατέλιπεν ὑμῖν χάλαζα καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς

6. καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Aἰγυπτίων οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀφ' ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης καὶ ἐκκλίνας *μωυσῆς ἐξῆλθεν ἀπὸ *φαραω

7. καὶ λέγουσιν οἱ θεράποντες *φαραω πρὸς αὐτόν ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον ἐξαπόστειλον τοὺς ἀνθρώπους ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν εἰδέναι βούλει ὅτι ἀπόλωλεν Aἴγυπτος

8. καὶ ἀπέστρεψαν τόν τε *μωυσῆν καὶ Aαρων πρὸς *φαραω καὶ εἶπεν αὐτοῖς πορεύεσθε καὶ λατρεύσατε τῷ θεῷ ὑμῶν τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι

9. καὶ λέγει *μωυσῆς σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν ἔστιν γὰρ ἑορτὴ κυρίου τοῦ θεοῦ ἡμῶν

10. καὶ εἶπεν πρὸς αὐτούς ἔστω οὕτως κύριος μεθ' ὑμῶν καθότι ἀποστέλλω ὑμᾶς μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν ἴδετε ὅτι πονηρία πρόκειται ὑμῖν

11. μὴ οὕτως πορευέσθωσαν δὲ οἱ ἄνδρες καὶ λατρεύσατε τῷ θεῷ τοῦτο γὰρ αὐτοὶ ζητεῖτε ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου *φαραω

12. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Aἰγύπτου καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃν ὑπελίπετο χάλαζα

13. καὶ ἐπῆρεν *μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα τὸ πρωὶ ἐγενήθη καὶ ἄνεμος νότος ἀνέλαβεν τὴν ἀκρίδα

14. καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Aἰγύπτου καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Aἰγύπτου πολλὴ σφόδρα προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως

15. καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ ἐφθάρη γῆ καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Aἰγύπτου

16. κατέσπευδεν δὲ *φαραω καλέσαι *μωυσῆν καὶ Aαρων λέγων ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς

17. προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν καὶ περιελέτω ἀπ' ἐμοῦ τὸν θάνατον τοῦτον

18. ἐξῆλθεν δὲ *μωυσῆς ἀπὸ *φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν

19. καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάςης σφοδρόν καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλαςαν καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Aἰγύπτου

20. καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν *φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Iσραηλ

21. εἶπεν δὲ κύριος πρὸς *μωυσῆν ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν καὶ γενηθήτω σκότος ἐπὶ γῆν Aἰγύπτου ψηλαφητὸν σκότος

22. ἐξέτεινεν δὲ *μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Aἰγύπτου τρεῖς ἡμέρας

23. καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας πᾶσι δὲ τοῖς υἱοῖς Iσραηλ ἦν φῶς ἐν πᾶσιν οἷς κατεγίνοντο

24. καὶ ἐκάλεσεν *φαραω *μωυσῆν καὶ Aαρων λέγων βαδίζετε λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε καὶ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ' ὑμῶν

25. καὶ εἶπεν *μωυσῆς ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν

26. καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ' ἡμῶν καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν ἀπ' αὐτῶν γὰρ λημψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ

27. ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν *φαραω καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς

28. καὶ λέγει *φαραω ἄπελθε ἀπ' ἐμοῦ πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον δ' ἂν ἡμέρᾳ ὀφθῇς μοι ἀποθανῇ

29. λέγει δὲ *μωυσῆς εἴρηκας οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον















Parse Information
Hover over the lovely Greek words to see parse information.