LXX Exodus 1
Widgets to be programmed here




1. ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Iσραηλ τῶν εἰσπεπορευμένων εἰς Aἴγυπτον ἅμα Iακωβ τῷ πατρὶ αὐτῶν ἕκαστος πανοικίᾳ αὐτῶν εἰσήλθοσαν

2. Ρουβην *συμεων *λευι Iουδας

3. Iςαχαρ *ζαβουλων καὶ *βενιαμιν

4. *δαν καὶ *νεφθαλι *γαδ καὶ Aσηρ

5. Iωσηφ δὲ ἦν ἐν Aἰγύπτῳ ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Iακωβ πέντε καὶ ἑβδομήκοντα

6. ἐτελεύτησεν δὲ Iωσηφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα γενεὰ ἐκείνη

7. οἱ δὲ υἱοὶ Iσραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα ἐπλήθυνεν δὲ γῆ αὐτούς

8. ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ' Aἴγυπτον ὃς οὐκ ᾔδει τὸν Iωσηφ

9. εἶπεν δὲ τῷ ἔθνει αὐτοῦ ἰδοὺ τὸ γένος τῶν υἱῶν Iσραηλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς

10. δεῦτε οὖν κατασοφισώμεθα αὐτούς μήποτε πληθυνθῇ καί ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς

11. καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ *φαραω τήν τε *πιθωμ καὶ Ραμεςη καὶ Ων ἐστιν Ἡλίου πόλις

12. καθότι δὲ αὐτοὺς ἐταπείνουν τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα καὶ ἐβδελύςοντο οἱ Aἰγύπτιοι ἀπὸ τῶν υἱῶν Iσραηλ

13. καὶ κατεδυνάστευον οἱ Aἰγύπτιοι τοὺς υἱοὺς Iσραηλ βίᾳ

14. καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις κατὰ πάντα τὰ ἔργα ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας

15. καὶ εἶπεν βασιλεὺς τῶν Aἰγυπτίων ταῖς μαίαις τῶν Eβραίων τῇ μιᾷ αὐτῶν ὄνομα *σεπφωρα καὶ τὸ ὄνομα τῆς δευτέρας *φουα

16. καὶ εἶπεν ὅταν μαιοῦσθε τὰς Eβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν ἐὰν μὲν ἄρσεν ἀποκτείνατε αὐτό ἐὰν δὲ θῆλυ περιποιεῖσθε αὐτό

17. ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς βασιλεὺς Aἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα

18. ἐκάλεσεν δὲ βασιλεὺς Aἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα

19. εἶπαν δὲ αἱ μαῖαι τῷ *φαραω οὐχ ὡς γυναῖκες Aἰγύπτου αἱ Eβραῖαι τίκτουσιν γὰρ πρὶν εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας καὶ ἔτικτον

20. εὖ δὲ ἐποίει θεὸς ταῖς μαίαις καὶ ἐπλήθυνεν λαὸς καὶ ἴσχυεν σφόδρα

21. ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν ἐποίησαν ἑαυταῖς οἰκίας

22. συνέταξεν δὲ *φαραω παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶν ἄρσεν ἐὰν τεχθῇ τοῖς Eβραίοις εἰς τὸν ποταμὸν ῥίψατε καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό















Parse Information
Hover over the lovely Greek words to see parse information.