LXX Esther 8
Widgets to be programmed here




1. καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ βασιλεὺς Ἀρταξέρξης ἐδωρήσατο Eσθηρ ὅσα ὑπῆρχεν Aμαν τῷ διαβόλῳ καὶ *μαρδοχαῖος προσεκλήθη ὑπὸ τοῦ βασιλέως ὑπέδειξεν γὰρ Eσθηρ ὅτι ἐνοικείωται αὐτῇ

2. ἔλαβεν δὲ βασιλεὺς τὸν δακτύλιον ὃν ἀφείλατο Aμαν καὶ ἔδωκεν αὐτὸν *μαρδοχαίῳ καὶ κατέστησεν Eσθηρ *μαρδοχαῖον ἐπὶ πάντων τῶν Aμαν

3. καὶ προσθεῖσα ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἠξίου ἀφελεῖν τὴν Aμαν κακίαν καὶ ὅσα ἐποίησεν τοῖς Iουδαίοις

4. ἐξέτεινεν δὲ βασιλεὺς Eσθηρ τὴν ῥάβδον τὴν χρυσῆν ἐξηγέρθη δὲ Eσθηρ παρεστηκέναι τῷ βασιλεῖ

5. καὶ εἶπεν Eσθηρ εἰ δοκεῖ σοι καὶ εὗρον χάριν πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Aμαν τὰ γραφέντα ἀπολέσθαι τοὺς Iουδαίους οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου

6. πῶς γὰρ δυνήσομαι ἰδεῖν τὴν κάκωσιν τοῦ λαοῦ μου καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου

7. καὶ εἶπεν βασιλεὺς πρὸς Eσθηρ εἰ πάντα τὰ ὑπάρχοντα Aμαν ἔδωκα καὶ ἐχαρισάμην σοι καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς Iουδαίοις τί ἔτι ἐπιζητεῖς

8. γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου ὡς δοκεῖ ὑμῖν καὶ σφραγίσατε τῷ δακτυλίῳ μου ὅσα γὰρ γράφεται τοῦ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθῇ τῷ δακτυλίῳ μου οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν

9. ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνί ὅς ἐστι *νισα τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους καὶ ἐγράφη τοῖς Iουδαίοις ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Aἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις κατὰ χώραν καὶ χώραν κατὰ τὴν ἑαυτῶν λέξιν

10. ἐγράφη δὲ διὰ τοῦ βασιλέως καὶ ἐσφραγίσθη τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιαφόρων

11. ὡς ἐπέταξεν αὐτοῖς χρῆσθαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ πόλει βοηθῆσαί τε αὑτοῖς καὶ χρῆσθαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν ὡς βούλονται

12. ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός ὅς ἐστιν Aδαρ

13. τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ ἑτοίμους τε εἶναι πάντας τοὺς Iουδαίους εἰς ταύτην τὴν ἡμέραν πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους

14. οἱ μὲν οὖν ἱππεῖς ἐξῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν *σούσοις

15. δὲ *μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύςινον πορφυροῦν ἰδόντες δὲ οἱ ἐν *σούσοις ἐχάρησαν

16. τοῖς δὲ Iουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη

17. κατὰ πόλιν καὶ χώραν οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα χαρὰ καὶ εὐφροσύνη τοῖς Iουδαίοις κώθων καὶ εὐφροσύνη καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο καὶ ιουδάιζον διὰ τὸν φόβον τῶν Iουδαίων















Parse Information
Hover over the lovely Greek words to see parse information.