LXX Esther 7
Widgets to be programmed here




1. εἰσῆλθεν δὲ βασιλεὺς καὶ Aμαν συμπιεῖν τῇ βασιλίςῃ

2. εἶπεν δὲ βασιλεὺς Eσθηρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ τί ἐστιν Eσθηρ βασίλιςα καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξίωμά σου καὶ ἔστω σοι ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου

3. καὶ ἀποκριθεῖσα εἶπεν εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως δοθήτω ψυχή μου τῷ αἰτήματί μου καὶ λαός μου τῷ ἀξιώματί μου

4. ἐπράθημεν γὰρ ἐγώ τε καὶ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας καὶ παρήκουσα οὐ γὰρ ἄξιος διάβολος τῆς αὐλῆς τοῦ βασιλέως

5. εἶπεν δὲ βασιλεύς τίς οὗτος ὅστις ἐτόλμησεν ποιῆσαι τὸ πρᾶγμα τοῦτο

6. εἶπεν δὲ Eσθηρ ἄνθρωπος ἐχθρὸς Aμαν πονηρὸς οὗτος Aμαν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίςης

7. δὲ βασιλεὺς ἐξανέστη ἐκ τοῦ συμποσίου εἰς τὸν κῆπον δὲ Aμαν παρῃτεῖτο τὴν βασίλιςαν ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα

8. ἐπέστρεψεν δὲ βασιλεὺς ἐκ τοῦ κήπου Aμαν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλιςαν εἶπεν δὲ βασιλεύς ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου Aμαν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ

9. εἶπεν δὲ *βουγαθαν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Aμαν *μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως καὶ ὤρθωται ἐν τοῖς Aμαν ξύλον πηχῶν πεντήκοντα εἶπεν δὲ βασιλεύς σταυρωθήτω ἐπ' αὐτοῦ

10. καὶ ἐκρεμάσθη Aμαν ἐπὶ τοῦ ξύλου ἡτοίμασεν *μαρδοχαίῳ καὶ τότε βασιλεὺς ἐκόπασεν τοῦ θυμοῦ















Parse Information
Hover over the lovely Greek words to see parse information.