LXX Esther 6
Widgets to be programmed here




1. δὲ κύριος ἀπέστησεν τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην καὶ εἶπεν τῷ διδασκάλῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ

2. εὗρεν δὲ τὰ γράμματα τὰ γραφέντα περὶ *μαρδοχαίου ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάςειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ

3. εἶπεν δὲ βασιλεύς τίνα δόξαν χάριν ἐποιήσαμεν τῷ *μαρδοχαίῳ καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως οὐκ ἐποίησας αὐτῷ οὐδέν

4. ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας *μαρδοχαίου ἰδοὺ Aμαν ἐν τῇ αὐλῇ εἶπεν δὲ βασιλεύς τίς ἐν τῇ αὐλῇ δὲ Aμαν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν *μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ ἡτοίμασεν

5. καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως ἰδοὺ Aμαν ἕστηκεν ἐν τῇ αὐλῇ καὶ εἶπεν βασιλεύς καλέσατε αὐτόν

6. εἶπεν δὲ βασιλεὺς τῷ Aμαν τί ποιήσω τῷ ἀνθρώπῳ ὃν ἐγὼ θέλω δοξάσαι εἶπεν δὲ ἐν ἑαυτῷ Aμαν τίνα θέλει βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ

7. εἶπεν δὲ πρὸς τὸν βασιλέα ἄνθρωπον ὃν βασιλεὺς θέλει δοξάσαι

8. ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυςίνην ἣν βασιλεὺς περιβάλλεται καὶ ἵππον ἐφ' ὃν βασιλεὺς ἐπιβαίνει

9. καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον ὃν βασιλεὺς ἀγαπᾷ καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυςέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν βασιλεὺς δοξάζει

10. εἶπεν δὲ βασιλεὺς τῷ Aμαν καθὼς ἐλάλησας οὕτως ποίησον τῷ *μαρδοχαίῳ τῷ Iουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας

11. ἔλαβεν δὲ Aμαν τὴν στολὴν καὶ τὸν ἵππον καὶ ἐστόλισεν τὸν *μαρδοχαῖον καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλθεν διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυςεν λέγων οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν βασιλεὺς θέλει δοξάσαι

12. ἐπέστρεψεν δὲ *μαρδοχαῖος εἰς τὴν αὐλήν Aμαν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς

13. καὶ διηγήσατο Aμαν τὰ συμβεβηκότα αὐτῷ *ζωσαρα τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ γυνή εἰ ἐκ γένους Iουδαίων *μαρδοχαῖος ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ πεσὼν πεσῇ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι ὅτι θεὸς ζῶν μετ' αὐτοῦ

14. ἔτι αὐτῶν λαλούντων παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν Aμαν ἐπὶ τὸν πότον ὃν ἡτοίμασεν Eσθηρ















Parse Information
Hover over the lovely Greek words to see parse information.