LXX Esther 5
Widgets to be programmed here




1. καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς

2. καὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν λάλησόν μοι

3. καὶ εἶπεν βασιλεύς τί θέλεις Eσθηρ καὶ τί σού ἐστιν τὸ ἀξίωμα ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου καὶ ἔσται σοι

4. εἶπεν δὲ Eσθηρ ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν εἰ οὖν δοκεῖ τῷ βασιλεῖ ἐλθάτω καὶ αὐτὸς καὶ Aμαν εἰς τὴν δοχήν ἣν ποιήσω σήμερον

5. καὶ εἶπεν βασιλεύς κατασπεύσατε Aμαν ὅπως ποιήσωμεν τὸν λόγον Eσθηρ καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν ἣν εἶπεν Eσθηρ

6. ἐν δὲ τῷ πότῳ εἶπεν βασιλεὺς πρὸς Eσθηρ τί ἐστιν βασίλιςα Eσθηρ καὶ ἔσται σοι ὅσα ἀξιοῖς

7. καὶ εἶπεν τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου

8. εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως ἐλθάτω βασιλεὺς καὶ Aμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν ἣν ποιήσω αὐτοῖς καὶ αὔριον ποιήσω τὰ αὐτά

9. καὶ ἐξῆλθεν Aμαν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος ἐν δὲ τῷ ἰδεῖν Aμαν *μαρδοχαῖον τὸν Iουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα

10. καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ *ζωσαραν τὴν γυναῖκα αὐτοῦ

11. καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν ἣν βασιλεὺς αὐτῷ περιέθηκεν καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας

12. καὶ εἶπεν Aμαν οὐ κέκληκεν βασίλιςα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ' ἐμέ καὶ εἰς τὴν αὔριον κέκλημαι

13. καὶ ταῦτά μοι οὐκ ἀρέσκει ὅταν ἴδω *μαρδοχαῖον τὸν Iουδαῖον ἐν τῇ αὐλῇ

14. καὶ εἶπεν πρὸς αὐτὸν *ζωσαρα γυνὴ αὐτοῦ καὶ οἱ φίλοι κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω *μαρδοχαῖος ἐπὶ τοῦ ξύλου σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Aμαν καὶ ἡτοιμάσθη τὸ ξύλον















Parse Information
Hover over the lovely Greek words to see parse information.