LXX Esther 3
Widgets to be programmed here




1. μετὰ δὲ ταῦτα ἐδόξασεν βασιλεὺς Ἀρταξέρξης Aμαν Aμαδαθου *βουγαῖον καὶ ὕψωσεν αὐτόν καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ

2. καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ οὕτως γὰρ προσέταξεν βασιλεὺς ποιῆσαι δὲ *μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ

3. καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ *μαρδοχαίῳ *μαρδοχαῖε τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα

4. καθ' ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ καὶ οὐχ ὑπήκουεν αὐτῶν καὶ ὑπέδειξαν τῷ Aμαν *μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιταςόμενον καὶ ὑπέδειξεν αὐτοῖς *μαρδοχαῖος ὅτι Iουδαῖός ἐστιν

5. καὶ ἐπιγνοὺς Aμαν ὅτι οὐ προσκυνεῖ αὐτῷ *μαρδοχαῖος ἐθυμώθη σφόδρα

6. καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Iουδαίους

7. καὶ ἐποίησεν ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας Ἀρταξέρξου καὶ ἔβαλεν κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνὸς ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος *μαρδοχαίου καὶ ἔπεσεν κλῆρος εἰς τὴν τεςαρεσκαιδεκάτην τοῦ μηνός ὅς ἐστιν Aδαρ

8. καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα Ἀρταξέρξην λέγων ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς

9. εἰ δοκεῖ τῷ βασιλεῖ δογματισάτω ἀπολέσαι αὐτούς κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια

10. καὶ περιελόμενος βασιλεὺς τὸν δακτύλιον ἔδωκεν εἰς χεῖρα τῷ Aμαν σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν Iουδαίων

11. καὶ εἶπεν βασιλεὺς τῷ Aμαν τὸ μὲν ἀργύριον ἔχε τῷ δὲ ἔθνει χρῶ ὡς βούλει

12. καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ καὶ ἔγραψαν ὡς ἐπέταξεν Aμαν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσιν κατὰ πᾶσαν χώραν ἀπὸ Ἰνδικῆς ἕως τῆς Aἰθιοπίας ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ χώραις τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν δι' Ἀρταξέρξου τοῦ βασιλέως

13. καὶ ἀπεστάλη διὰ βιβλιαφόρων εἰς τὴν Ἀρταξέρξου βασιλείαν ἀφανίσαι τὸ γένος τῶν Iουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου ὅς ἐστιν Aδαρ καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν

14. τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην

15. ἐσπεύδετο δὲ τὸ πρᾶγμα καὶ εἰς *σουσαν δὲ βασιλεὺς καὶ Aμαν ἐκωθωνίζοντο ἐταράςετο δὲ πόλις















Parse Information
Hover over the lovely Greek words to see parse information.