1. καὶ ἀνέβη *μωυσῆς ἀπὸ Aραβωθ *μωαβ ἐπὶ τὸ ὄρος *ναβαυ ἐπὶ κορυφὴν *φασγα ἥ ἐστιν ἐπὶ προσώπου Iεριχω καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν *γαλααδ ἕως *δαν
2. καὶ πᾶσαν τὴν γῆν *νεφθαλι καὶ πᾶσαν τὴν γῆν Eφραιμ καὶ *μαναςη καὶ πᾶσαν τὴν γῆν Iουδα ἕως τῆς θαλάςης τῆς ἐσχάτης
3. καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Iεριχω πόλιν φοινίκων ἕως *σηγωρ
4. καὶ εἶπεν κύριος πρὸς *μωυσῆν αὕτη ἡ γῆ ἣν ὤμοσα Aβρααμ καὶ Iσαακ καὶ Iακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ
5. καὶ ἐτελεύτησεν *μωυσῆς οἰκέτης κυρίου ἐν γῇ *μωαβ διὰ ῥήματος κυρίου
6. καὶ ἔθαψαν αὐτὸν ἐν *γαι ἐν γῇ *μωαβ ἐγγὺς οἴκου *φογωρ καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης
7. *μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτοῦ
8. καὶ ἔκλαυσαν οἱ υἱοὶ Iσραηλ τὸν *μωυσῆν ἐν Aραβωθ *μωαβ ἐπὶ τοῦ Iορδάνου κατὰ Iεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ *μωυσῆ
9. καὶ Ἰησοῦς υἱὸς *ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ *μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Iσραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ *μωυσῇ
10. καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Iσραηλ ὡς *μωυσῆς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον
11. ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Aἰγύπτῳ *φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ
12. τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν ἂ ἐποίησεν *μωυσῆς ἔναντι παντὸς Iσραηλ