LXX Deuteronomy 33
Widgets to be programmed here




1. καὶ αὕτη εὐλογία ἣν εὐλόγησεν *μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Iσραηλ πρὸ τῆς τελευτῆς αὐτοῦ

2. καὶ εἶπεν κύριος ἐκ *σινα ἥκει καὶ ἐπέφανεν ἐκ *σηιρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους *φαραν σὺν μυριάσιν *καδης ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ' αὐτοῦ

3. καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου καὶ οὗτοι ὑπὸ σέ εἰσιν καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ

4. νόμον ὃν ἐνετείλατο ἡμῖν *μωυσῆς κληρονομίαν συναγωγαῖς Iακωβ

5. καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Iσραηλ

6. ζήτω Ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ

7. καὶ αὕτη Iουδα εἰσάκουσον κύριε φωνῆς Iουδα καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ

8. καὶ τῷ *λευι εἶπεν δότε *λευι δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας

9. λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν

10. δηλώσουσιν τὰ δικαιώματά σου τῷ Iακωβ καὶ τὸν νόμον σου τῷ Iσραηλ ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου

11. εὐλόγησον κύριε τὴν ἰσχὺν αὐτοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν

12. καὶ τῷ *βενιαμιν εἶπεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν

13. καὶ τῷ Iωσηφ εἶπεν ἀπ' εὐλογίας κυρίου γῆ αὐτοῦ ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύςων πηγῶν κάτωθεν

14. καὶ καθ' ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν

15. καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων

16. καὶ καθ' ὥραν γῆς πληρώσεως καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Iωσηφ καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐν ἀδελφοῖς

17. πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ' ἄκρου γῆς αὗται μυριάδες Eφραιμ καὶ αὗται χιλιάδες *μαναςη

18. καὶ τῷ *ζαβουλων εἶπεν εὐφράνθητι *ζαβουλων ἐν ἐξοδίᾳ σου καί Iςαχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ

19. ἔθνη ἐξολεθρεύσουσιν καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλοῦτος θαλάςης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων

20. καὶ τῷ *γαδ εἶπεν εὐλογημένος ἐμπλατύνων *γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα

21. καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Iσραηλ

22. καὶ τῷ *δαν εἶπεν *δαν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ *βασαν

23. καὶ τῷ *νεφθαλι εἶπεν *νεφθαλι πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλαςαν καὶ λίβα κληρονομήσει

24. καὶ τῷ Aσηρ εἶπεν εὐλογητὸς ἀπὸ τέκνων Aσηρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ

25. σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἰσχύς σου

26. οὐκ ἔστιν ὥσπερ θεὸς τοῦ ἠγαπημένου ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ μεγαλοπρεπὴς τοῦ στερεώματος

27. καὶ σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο

28. καὶ κατασκηνώσει Iσραηλ πεποιθὼς μόνος ἐπὶ γῆς Iακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ καὶ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ

29. μακάριος σύ Iσραηλ τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου ὑπερασπιεῖ βοηθός σου καὶ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ















Parse Information
Hover over the lovely Greek words to see parse information.