LXX Deuteronomy 3
Widgets to be programmed here




1. καὶ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς *βασαν καὶ ἐξῆλθεν Ωγ βασιλεὺς τῆς *βασαν εἰς συνάντησιν ἡμῖν αὐτὸς καὶ πᾶς λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Eδραι+ν

2. καὶ εἶπεν κύριος πρός με μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας *σηων βασιλεῖ τῶν Aμορραίων ὃς κατῴκει ἐν Eσεβων

3. καὶ παρέδωκεν αὐτὸν κύριος θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν καὶ τὸν Ωγ βασιλέα τῆς *βασαν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα

4. καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ οὐκ ἦν πόλις ἣν οὐκ ἐλάβομεν παρ' αὐτῶν ἑξήκοντα πόλεις πάντα τὰ περίχωρα Aργοβ βασιλείας Ωγ ἐν *βασαν

5. πᾶσαι πόλεις ὀχυραί τείχη ὑψηλά πύλαι καὶ μοχλοί πλὴν τῶν πόλεων τῶν *φερεζαίων τῶν πολλῶν σφόδρα

6. ἐξωλεθρεύσαμεν αὐτούς ὥσπερ ἐποιήσαμεν τὸν *σηων βασιλέα Eσεβων καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία

7. καὶ πάντα τὰ κτήνη καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς

8. καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Aμορραίων οἳ ἦσαν πέραν τοῦ Iορδάνου ἀπὸ τοῦ χειμάρρου Aρνων καὶ ἕως Aερμων

9. οἱ *φοίνικες ἐπονομάζουσιν τὸ Aερμων *σανιωρ καὶ Aμορραῖος ἐπωνόμασεν αὐτὸ *σανιρ

10. πᾶσαι πόλεις *μισωρ καὶ πᾶσα *γαλααδ καὶ πᾶσα *βασαν ἕως *σελχα καὶ Eδραι+ν πόλεις βασιλείας τοῦ Ωγ ἐν τῇ *βασαν

11. ὅτι πλὴν Ωγ βασιλεὺς *βασαν κατελείφθη ἀπὸ τῶν Ραφαι+ν ἰδοὺ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Aμμων ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεςάρων πηχῶν τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός

12. καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Aροηρ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Aρνων καὶ τὸ ἥμισυ ὄρους *γαλααδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβην καὶ τῷ *γαδ

13. καὶ τὸ κατάλοιπον τοῦ *γαλααδ καὶ πᾶσαν τὴν *βασαν βασιλείαν Ωγ ἔδωκα τῷ ἡμίσει φυλῆς *μαναςη καὶ πᾶσαν περίχωρον Aργοβ πᾶσαν τὴν *βασαν ἐκείνην γῆ Ραφαι+ν λογισθήσεται

14. καὶ Iαι+ρ υἱὸς *μαναςη ἔλαβεν πᾶσαν τὴν περίχωρον Aργοβ ἕως τῶν ὁρίων *γαργασι καὶ Oμαχαθι ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν *βασαν Aυωθ Iαι+ρ ἕως τῆς ἡμέρας ταύτης

15. καὶ τῷ *μαχιρ ἔδωκα τὴν *γαλααδ

16. καὶ τῷ Ρουβην καὶ τῷ *γαδ δέδωκα ἀπὸ τῆς *γαλααδ ἕως χειμάρρου Aρνων μέσον τοῦ χειμάρρου ὅριον καὶ ἕως τοῦ Iαβοκ χειμάρρους ὅριον τοῖς υἱοῖς Aμμαν

17. καὶ Aραβα καὶ Iορδάνης ὅριον *μαχαναρεθ καὶ ἕως θαλάςης Aραβα θαλάςης ἁλυκῆς ὑπὸ Aσηδωθ τὴν *φασγα ἀνατολῶν

18. καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων κύριος θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Iσραηλ πᾶς δυνατός

19. πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν

20. ἕως ἂν καταπαύσῃ κύριος θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν κύριος θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Iορδάνου καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν ἔδωκα ὑμῖν

21. καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις οὕτως ποιήσει κύριος θεὸς ἡμῶν πάσας τὰς βασιλείας ἐφ' ἂς σὺ διαβαίνεις ἐκεῖ

22. οὐ φοβηθήσεσθε ὅτι κύριος θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν

23. καὶ ἐδεήθην κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων

24. κύριε κύριε σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν τίς γάρ ἐστιν θεὸς ἐν τῷ οὐρανῷ ἐπὶ τῆς γῆς ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου

25. διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Iορδάνου τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον

26. καὶ ὑπερεῖδεν κύριος ἐμὲ ἕνεκεν ὑμῶν καὶ οὐκ εἰσήκουσέν μου καὶ εἶπεν κύριος πρός με ἱκανούσθω σοι μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον

27. ἀνάβηθι ἐπὶ κορυφὴν *λελαξευμένου καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς κατὰ θάλαςαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου ὅτι οὐ διαβήσῃ τὸν Iορδάνην τοῦτον

28. καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου καὶ αὐτὸς κατακληρονομήσει αὐτοῖς τὴν γῆν ἣν ἑώρακας

29. καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου *φογωρ















Parse Information
Hover over the lovely Greek words to see parse information.