LXX Deuteronomy 27
Widgets to be programmed here




1. καὶ προσέταξεν *μωυσῆς καὶ γερουσία Iσραηλ λέγων φυλάςεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον

2. καὶ ἔσται ἂν ἡμέρᾳ διαβῆτε τὸν Iορδάνην εἰς τὴν γῆν ἣν κύριος θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ

3. καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου ὡς ἂν διαβῆτε τὸν Iορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος θεὸς τῶν πατέρων σου δίδωσίν σοι γῆν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἶπεν κύριος θεὸς τῶν πατέρων σού σοι

4. καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Iορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει *γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ

5. καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλεῖς ἐπ' αὐτοὺς σίδηρον

6. λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ' αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου

7. καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου

8. καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα

9. καὶ ἐλάλησεν *μωυσῆς καὶ οἱ ἱερεῖς οἱ *λευῖται παντὶ Iσραηλ λέγοντες σιώπα καὶ ἄκουε Iσραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου

10. καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον

11. καὶ ἐνετείλατο *μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων

12. οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει *γαριζιν διαβάντες τὸν Iορδάνην *συμεων *λευι Iουδας Iςαχαρ Iωσηφ καὶ *βενιαμιν

13. καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει *γαιβαλ Ρουβην *γαδ καὶ Aσηρ *ζαβουλων *δαν καὶ *νεφθαλι

14. καὶ ἀποκριθέντες οἱ *λευῖται ἐροῦσιν παντὶ Iσραηλ φωνῇ μεγάλῃ

15. ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίῳ ἔργον χειρῶν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ καὶ ἀποκριθεὶς πᾶς λαὸς ἐροῦσιν γένοιτο

16. ἐπικατάρατος ἀτιμάζων πατέρα αὐτοῦ μητέρα αὐτοῦ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο

17. ἐπικατάρατος μετατιθεὶς ὅρια τοῦ πλησίον καὶ ἐροῦσιν πᾶς λαός γένοιτο

18. ἐπικατάρατος πλανῶν τυφλὸν ἐν ὁδῷ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο

19. ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας καὶ ἐροῦσιν πᾶς λαός γένοιτο

20. ἐπικατάρατος κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο

21. ἐπικατάρατος κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐροῦσιν πᾶς λαός γένοιτο

22. ἐπικατάρατος κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἐκ μητρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο

23. ἐπικατάρατος κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο ἐπικατάρατος κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο

24. ἐπικατάρατος τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ καὶ ἐροῦσιν πᾶς λαός γένοιτο

25. ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου καὶ ἐροῦσιν πᾶς λαός γένοιτο

26. ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς καὶ ἐροῦσιν πᾶς λαός γένοιτο















Parse Information
Hover over the lovely Greek words to see parse information.