LXX Deuteronomy 2
Widgets to be programmed here




1. καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλαςαν ἐρυθράν ὃν τρόπον ἐλάλησεν κύριος πρός με καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ *σηιρ ἡμέρας πολλάς

2. καὶ εἶπεν κύριος πρός με

3. ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν

4. καὶ τῷ λαῷ ἔντειλαι λέγων ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Hσαυ οἳ κατοικοῦσιν ἐν *σηιρ καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα

5. μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Hσαυ τὸ ὄρος τὸ *σηιρ

6. βρώματα ἀργυρίου ἀγοράσατε παρ' αὐτῶν καὶ φάγεσθε καὶ ὕδωρ μέτρῳ λήμψεσθε παρ' αὐτῶν ἀργυρίου καὶ πίεσθε

7. γὰρ κύριος θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἰδοὺ τεςαράκοντα ἔτη κύριος θεός σου μετὰ σοῦ οὐκ ἐπεδεήθης ῥήματος

8. καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς Hσαυ τοὺς κατοικοῦντας ἐν *σηιρ παρὰ τὴν ὁδὸν τὴν Aραβα ἀπὸ Aιλων καὶ ἀπὸ *γασιωνγαβερ καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον *μωαβ

9. καὶ εἶπεν κύριος πρός με μὴ ἐχθραίνετε τοῖς *μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ τοῖς γὰρ υἱοῖς *λωτ δέδωκα τὴν *σηιρ κληρονομεῖν

10. οἱ Oμμιν πρότεροι ἐνεκάθηντο ἐπ' αὐτῆς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Eνακιμ

11. Ραφαι+ν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Eνακιμ καὶ οἱ *μωαβῖται ἐπονομάζουσιν αὐτοὺς Oμμιν

12. καὶ ἐν *σηιρ ἐνεκάθητο *χορραῖος πρότερον καὶ υἱοὶ Hσαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν ὃν τρόπον ἐποίησεν Iσραηλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ ἣν δέδωκεν κύριος αὐτοῖς

13. νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα *ζαρετ καὶ παρήλθομεν τὴν φάραγγα *ζαρετ

14. καὶ αἱ ἡμέραι ἂς παρεπορεύθημεν ἀπὸ *καδης *βαρνη ἕως οὗ παρήλθομεν τὴν φάραγγα *ζαρετ τριάκοντα καὶ ὀκτὼ ἔτη ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνῄσκοντες ἐκ τῆς παρεμβολῆς καθότι ὤμοσεν αὐτοῖς θεός

15. καὶ χεὶρ τοῦ θεοῦ ἦν ἐπ' αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ τῆς παρεμβολῆς ἕως οὗ διέπεσαν

16. καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνῄσκοντες ἐκ μέσου τοῦ λαοῦ

17. καὶ ἐλάλησεν κύριος πρός με λέγων

18. σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια *μωαβ τὴν *σηιρ

19. καὶ προσάξετε ἐγγὺς υἱῶν Aμμαν μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Aμμαν σοὶ ἐν κλήρῳ ὅτι τοῖς υἱοῖς *λωτ δέδωκα αὐτὴν ἐν κλήρῳ

20. γῆ Ραφαι+ν λογισθήσεται καὶ γὰρ ἐπ' αὐτῆς κατῴκουν οἱ Ραφαι+ν τὸ πρότερον καὶ οἱ Aμμανῖται ὀνομάζουσιν αὐτοὺς *ζομζομμιν

21. ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Eνακιμ καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν ἕως τῆς ἡμέρας ταύτης

22. ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Hσαυ τοῖς κατοικοῦσιν ἐν *σηιρ ὃν τρόπον ἐξέτριψαν τὸν *χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν ἕως τῆς ἡμέρας ταύτης

23. καὶ οἱ Eυαῖοι οἱ κατοικοῦντες ἐν ασηρωθ ἕως *γάζης καὶ οἱ *καππάδοκες οἱ ἐξελθόντες ἐκ *καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν

24. νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Aρνων ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν *σηων βασιλέα Eσεβων τὸν Aμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἐνάρχου κληρονομεῖν σύναπτε πρὸς αὐτὸν πόλεμον

25. ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου

26. καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου *κεδαμωθ πρὸς *σηων βασιλέα Eσεβων λόγοις εἰρηνικοῖς λέγων

27. παρελεύσομαι διὰ τῆς γῆς σου ἐν τῇ ὁδῷ παρελεύσομαι οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά

28. βρώματα ἀργυρίου ἀποδώσῃ μοι καὶ φάγομαι καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι καὶ πίομαι πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν

29. καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Hσαυ οἱ κατοικοῦντες ἐν *σηιρ καὶ οἱ *μωαβῖται οἱ κατοικοῦντες ἐν Aροηρ ἕως παρέλθω τὸν Iορδάνην εἰς τὴν γῆν ἣν κύριος θεὸς ἡμῶν δίδωσιν ἡμῖν

30. καὶ οὐκ ἠθέλησεν *σηων βασιλεὺς Eσεβων παρελθεῖν ἡμᾶς δι' αὐτοῦ ὅτι ἐσκλήρυνεν κύριος θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ

31. καὶ εἶπεν κύριος πρός με ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν *σηων βασιλέα Eσεβων τὸν Aμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ

32. καὶ ἐξῆλθεν *σηων βασιλεὺς Eσεβων εἰς συνάντησιν ἡμῖν αὐτὸς καὶ πᾶς λαὸς αὐτοῦ εἰς πόλεμον Iαςα

33. καὶ παρέδωκεν αὐτὸν κύριος θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ

34. καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν οὐ κατελίπομεν ζωγρείαν

35. πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν

36. ἐξ Aροηρ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Aρνων καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ *γαλααδ οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς τὰς πάσας παρέδωκεν κύριος θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν

37. πλὴν εἰς γῆν υἱῶν Aμμων οὐ προσήλθομεν πάντα τὰ συγκυροῦντα χειμάρρου Iαβοκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ καθότι ἐνετείλατο ἡμῖν κύριος θεὸς ἡμῶν















Parse Information
Hover over the lovely Greek words to see parse information.