LXX Daniel 3
Widgets to be programmed here




1. ἔτους ὀκτωκαιδεκάτου *ναβουχοδονοσορ βασιλεὺς διοικῶν πόλεις καὶ χώρας καὶ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ Iνδικῆς ἕως Aἰθιοπίας ἐποίησεν εἰκόνα χρυσῆν τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα καὶ τὸ πλάτος αὐτῆς πηχῶν ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ τοῦ περιβόλου χώρας *βαβυλωνίας

2. καὶ *ναβουχοδονοσορ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔθνη καὶ φυλὰς καὶ γλώςας σατράπας στρατηγούς τοπάρχας καὶ ὑπάτους διοικητὰς καὶ τοὺς ἐπ' ἐξουσιῶν κατὰ χώραν καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἐλθεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς ἣν ἔστησε *ναβουχοδονοσορ βασιλεύς

3. καὶ ἔστησαν οἱ προγεγραμμένοι κατέναντι τῆς εἰκόνος

4. καὶ κῆρυξ ἐκήρυξε τοῖς ὄχλοις ὑμῖν παραγγέλλεται ἔθνη καὶ χῶραι λαοὶ καὶ γλῶςαι

5. ὅταν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγος καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου συμφωνίας καὶ παντὸς γένους μουσικῶν πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε *ναβουχοδονοσορ βασιλεύς

6. καὶ πᾶς ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ ἐμβαλοῦσιν αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην

7. καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ὅτε ἤκουσαν πάντα τὰ ἔθνη τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πίπτοντα πάντα τὰ ἔθνη φυλαὶ καὶ γλῶςαι προσεκύνησαν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε *ναβουχοδονοσορ κατέναντι τούτου

8. ἐν ἐκείνῳ τῷ καιρῷ προσελθόντες ἄνδρες *χαλδαῖοι διέβαλον τοὺς Iουδαίους

9. καὶ ὑπολαβόντες εἶπον κύριε βασιλεῦ εἰς τὸν αἰῶνα ζῆθι

10. σύ βασιλεῦ προσέταξας καὶ ἔκρινας ἵνα πᾶς ἄνθρωπος ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ

11. καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην

12. εἰσὶ δέ τινες ἄνδρες Iουδαῖοι οὓς κατέστησας ἐπὶ τῆς χώρας τῆς *βαβυλωνίας *σεδραχ *μισαχ Aβδεναγω οἱ ἄνθρωποι ἐκεῖνοι οὐκ ἐφοβήθησάν σου τὴν ἐντολὴν καὶ τῷ εἰδώλῳ σου οὐκ ἐλάτρευσαν καὶ τῇ εἰκόνι σου τῇ χρυσῇ ἔστησας οὐ προσεκύνησαν

13. τότε *ναβουχοδονοσορ θυμωθεὶς ὀργῇ προσέταξεν ἀγαγεῖν τὸν *σεδραχ *μισαχ Aβδεναγω τότε οἱ ἄνθρωποι ἤχθησαν πρὸς τὸν βασιλέα

14. οὓς καὶ συνιδὼν *ναβουχοδονοσορ βασιλεὺς εἶπεν αὐτοῖς διὰ τί *σεδραχ *μισαχ Aβδεναγω τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησα οὐ προσκυνεῖτε

15. καὶ νῦν εἰ μὲν ἔχετε ἑτοίμως ἅμα τῷ ἀκοῦσαι τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσόντες προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ ἔστησα εἰ δὲ μή γε γινώσκετε ὅτι μὴ προσκυνησάντων ὑμῶν αὐθωρὶ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην καὶ ποῖος θεὸς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου

16. ἀποκριθέντες δὲ *σεδραχ *μισαχ Aβδεναγω εἶπαν τῷ βασιλεῖ *ναβουχοδονοσορ βασιλεῦ οὐ χρείαν ἔχομεν ἡμεῖς ἐπὶ τῇ ἐπιταγῇ ταύτῃ ἀποκριθῆναί σοι

17. ἔστι γὰρ θεὸς ἐν οὐρανοῖς εἷς κύριος ἡμῶν ὃν φοβούμεθα ὅς ἐστι δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρός καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ἐξελεῖται ἡμᾶς

18. καὶ τότε φανερόν σοι ἔσται ὅτι οὔτε τῷ εἰδώλῳ σου λατρεύομεν οὔτε τῇ εἰκόνι σου τῇ χρυσῇ ἣν ἔστησας προσκυνοῦμεν

19. τότε *ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ καὶ μορφὴ τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη καὶ ἐπέταξε καῆναι τὴν κάμινον ἑπταπλασίως παρ' ἔδει αὐτὴν καῆναι

20. καὶ ἄνδρας ἰσχυροτάτους τῶν ἐν τῇ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν *σεδραχ *μισαχ Aβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην

21. τότε οἱ ἄνδρες ἐκεῖνοι συνεποδίσθησαν ἔχοντες τὰ ὑποδήματα αὐτῶν καὶ τὰς τιάρας αὐτῶν ἐπὶ τῶν κεφαλῶν αὐτῶν σὺν τῷ ἱματισμῷ αὐτῶν καὶ ἐβλήθησαν εἰς τὴν κάμινον

22. ἐπειδὴ τὸ πρόσταγμα τοῦ βασιλέως ἤπειγεν καὶ κάμινος ἐξεκαύθη ὑπὲρ τὸ πρότερον ἑπταπλασίως καὶ οἱ ἄνδρες οἱ προχειρισθέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τῇ καμίνῳ ἐνεβάλοσαν εἰς αὐτήν

23. τοὺς μὲν οὖν ἄνδρας τοὺς συμποδίσαντας τοὺς περὶ τὸν Aζαριαν ἐξελθοῦσα φλὸξ ἐκ τῆς καμίνου ἐνεπύρισε καὶ ἀπέκτεινεν αὐτοὶ δὲ συνετηρήθησαν

24. οὕτως οὖν προσηύξατο Aνανιας καὶ Aζαριας καὶ *μισαηλ καὶ ὕμνησαν τῷ κυρίῳ ὅτε αὐτοὺς βασιλεὺς προσέταξεν ἐμβληθῆναι εἰς τὴν κάμινον

25. στὰς δὲ Aζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐξωμολογεῖτο τῷ κυρίῳ ἅμα τοῖς συνεταίροις αὐτοῦ ἐν μέσῳ τῷ πυρὶ ὑποκαιομένης τῆς καμίνου ὑπὸ τῶν *χαλδαίων σφόδρα καὶ εἶπαν

26. εὐλογητὸς εἶ κύριε θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας

27. ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ αἱ ὁδοί σου εὐθεῖαι καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναί

28. καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Iερουσαλημ διότι ἐν ἀληθείᾳ καὶ κρίσει ἐποίησας πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν

29. ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν

30. οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται

31. καὶ νῦν πάντα ὅσα ἡμῖν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν ἀληθινῇ κρίσει ἐποίησας

32. καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἡμῶν ἀνόμων καὶ ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν

33. καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε

34. μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς σου τὴν διαθήκην

35. καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν διὰ Aβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Iσαακ τὸν δοῦλόν σου καὶ Iσραηλ τὸν ἅγιόν σου

36. ὡς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάςης

37. ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν

38. καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης οὐδὲ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος

39. ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι τεταπεινωμένῳ προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων

40. οὕτω γενέσθω ἡμῶν θυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισθέν σου ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί καὶ τελειώσαι ὄπισθέν σου

41. καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου μὴ καταισχύνῃς ἡμᾶς

42. ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου

43. καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου κύριε

44. καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας καὶ ἰσχὺς αὐτῶν συντριβείη

45. γνώτωσαν ὅτι σὺ εἶ μόνος κύριος θεὸς καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην

46. καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρεῖς εἰς ἅπαξ εἰς τὴν κάμινον καὶ κάμινος ἦν διάπυρος κατὰ τὴν θερμασίαν αὐτῆς ἑπταπλασίως καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἦσαν ὑπεράνω αὐτῶν οἱ δὲ ὑπέκαιον ὑποκάτωθεν αὐτῶν νάφθαν καὶ στιππύον καὶ πίςαν καὶ κληματίδα

47. καὶ διεχεῖτο φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεςαράκοντα ἐννέα

48. καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν *χαλδαίων

49. ἄγγελος δὲ κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Aζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου

50. καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡσεὶ πνεῦμα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτούς

51. ἀναλαβόντες δὲ οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες

52. εὐλογητὸς εἶ κύριε θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψωμένον εἰς πάντας τοὺς αἰῶνας

53. εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας

54. εὐλογητὸς εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰῶνας

55. εὐλογητὸς εἶ βλέπων ἀβύςους καθήμενος ἐπὶ χερουβιμ καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας

56. εὐλογητὸς εἶ ἐν τῷ στερεώματι καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας

57. εὐλογεῖτε πάντα τὰ ἔργα τοῦ κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

58. εὐλογεῖτε ἄγγελοι κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

59. εὐλογεῖτε οὐρανοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

60. εὐλογεῖτε ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

61. εὐλογεῖτε πᾶσαι αἱ δυνάμεις κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

62. εὐλογεῖτε ἥλιος καὶ σελήνη τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

63. εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

64. εὐλογεῖτε πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

65. εὐλογεῖτε πάντα τὰ πνεύματα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

66. εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

67. εὐλογεῖτε ῥῖγος καὶ ψῦχος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

68. εὐλογεῖτε δρόσοι καὶ νιφετοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

69. εὐλογεῖτε πάγοι καὶ ψῦχος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

70. εὐλογεῖτε πάχναι καὶ χιόνες τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

71. εὐλογεῖτε νύκτες καὶ ἡμέραι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

72. εὐλογεῖτε φῶς καὶ σκότος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

73. εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

74. εὐλογείτω γῆ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας

75. εὐλογεῖτε ὄρη καὶ βουνοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

76. εὐλογεῖτε πάντα τὰ φυόμενα ἐπὶ τῆς γῆς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

77. εὐλογεῖτε αἱ πηγαί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

78. εὐλογεῖτε θάλαςαι καὶ ποταμοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

79. εὐλογεῖτε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

80. εὐλογεῖτε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

81. εὐλογεῖτε τετράποδα καὶ θηρία τῆς γῆς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

82. εὐλογεῖτε οἱ υἱοὶ τῶν ἀνθρώπων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

83. εὐλογεῖτε Iσραηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

84. εὐλογεῖτε ἱερεῖς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

85. εὐλογεῖτε δοῦλοι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

86. εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

87. εὐλογεῖτε ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας

88. εὐλογεῖτε Aνανια Aζαρια *μισαηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογὸς καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς

89. ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

90. εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν θεὸν τῶν θεῶν ὑμνεῖτε καὶ ἐξομολογεῖσθε ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων

91. καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν καὶ ἑστὼς ἐθεώρει αὐτοὺς ζῶντας τότε *ναβουχοδονοσορ βασιλεὺς ἐθαύμασε καὶ ἀνέστη σπεύσας καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ

92. ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέςαρας λελυμένους περιπατοῦντας ἐν τῷ πυρί καὶ φθορὰ οὐδεμία ἐγενήθη ἐν αὐτοῖς καὶ ὅρασις τοῦ τετάρτου ὁμοίωμα ἀγγέλου θεοῦ

93. καὶ προσελθὼν βασιλεὺς πρὸς τὴν θύραν τῆς καμίνου τῆς καιομένης τῷ πυρὶ ἐκάλεσεν αὐτοὺς ἐξ ὀνόματος *σεδραχ *μισαχ Aβδεναγω οἱ παῖδες τοῦ θεοῦ τῶν θεῶν τοῦ ὑψίστου ἐξέλθετε ἐκ τοῦ πυρός οὕτως οὖν ἐξῆλθον οἱ ἄνδρες ἐκ μέσου τοῦ πυρός

94. καὶ συνήχθησαν οἱ ὕπατοι τοπάρχαι καὶ ἀρχιπατριῶται καὶ οἱ φίλοι τοῦ βασιλέως καὶ ἐθεώρουν τοὺς ἀνθρώπους ἐκείνους ὅτι οὐχ ἥψατο τὸ πῦρ τοῦ σώματος αὐτῶν καὶ αἱ τρίχες αὐτῶν οὐ κατεκάησαν καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθησαν οὐδὲ ὀσμὴ τοῦ πυρὸς ἦν ἐν αὐτοῖς

95. ὑπολαβὼν δὲ *ναβουχοδονοσορ βασιλεὺς εἶπεν εὐλογητὸς κύριος θεὸς τοῦ *σεδραχ *μισαχ Aβδεναγω ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἔσωσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐλπίσαντας ἐπ' αὐτόν τὴν γὰρ προσταγὴν τοῦ βασιλέως ἠθέτησαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς ἐμπυρισμόν ἵνα μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι θεῷ ἑτέρῳ ἀλλ' τῷ θεῷ αὐτῶν

96. καὶ νῦν ἐγὼ κρίνω ἵνα πᾶν ἔθνος καὶ πᾶσαι φυλαὶ καὶ πᾶσαι γλῶςαι ὃς ἂν βλασφημήσῃ εἰς τὸν κύριον τὸν θεὸν *σεδραχ *μισαχ Aβδεναγω διαμελισθήσεται καὶ οἰκία αὐτοῦ δημευθήσεται διότι οὐκ ἔστιν θεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσθαι οὕτως

97. οὕτως οὖν βασιλεὺς τῷ *σεδραχ *μισαχ Aβδεναγω ἐξουσίαν δοὺς ἐφ' ὅλης τῆς χώρας κατέστησεν αὐτοὺς ἄρχοντας















Parse Information
Hover over the lovely Greek words to see parse information.