LXX Amos 3
Widgets to be programmed here




1. ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησεν κύριος ἐφ' ὑμᾶς οἶκος Iσραηλ καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Aἰγύπτου λέγων

2. πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν τῆς γῆς διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν

3. εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς

4. εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τι

5. εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι

6. εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν

7. διότι οὐ μὴ ποιήσῃ κύριος θεὸς πρᾶγμα ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας

8. λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται κύριος θεὸς ἐλάλησεν καὶ τίς οὐ προφητεύσει

9. ἀπαγγείλατε χώραις ἐν Ἀςυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Aἰγύπτου καὶ εἴπατε συνάχθητε ἐπὶ τὸ ὄρος *σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ

10. καὶ οὐκ ἔγνω ἔσται ἐναντίον αὐτῆς λέγει κύριος οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν

11. διὰ τοῦτο τάδε λέγει κύριος θεός *τύρος κυκλόθεν γῆ σου ἐρημωθήσεται καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου καὶ διαρπαγήσονται αἱ χῶραί σου

12. τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάσῃ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Iσραηλ οἱ κατοικοῦντες ἐν *σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν *δαμασκῷ ἱερεῖς

13. ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Iακωβ λέγει κύριος θεὸς παντοκράτωρ

14. διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Iσραηλ ἐπ' αὐτόν καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια *βαιθηλ καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν

15. συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι καὶ προστεθήσονται οἶκοι ἕτεροι πολλοί λέγει κύριος















Parse Information
Hover over the lovely Greek words to see parse information.