LXX Amos 2
Widgets to be programmed here




1. τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις *μωαβ καὶ ἐπὶ ταῖς τέςαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Iδουμαίας εἰς κονίαν

2. καὶ ἐξαποστελῶ πῦρ ἐπὶ *μωαβ καὶ καταφάγεται θεμέλια τῶν πόλεων αὐτῆς καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ *μωαβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος

3. καὶ ἐξολεθρεύσω κριτὴν ἐξ αὐτῆς καὶ πάντας τοὺς ἄρχοντας αὐτῆς ἀποκτενῶ μετ' αὐτοῦ λέγει κύριος

4. τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Iουδα καὶ ἐπὶ ταῖς τέςαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἐποίησαν οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν

5. καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Iουδαν καὶ καταφάγεται θεμέλια Iερουσαλημ

6. τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Iσραηλ καὶ ἐπὶ ταῖς τέςαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων

7. τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην ὅπως βεβηλώσωσιν τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν

8. καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν

9. ἐγὼ δὲ ἐξῆρα τὸν Aμορραῖον ἐκ προσώπου αὐτῶν οὗ ἦν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ καὶ ἰσχυρὸς ἦν ὡς δρῦς καὶ ἐξῆρα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν

10. καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Aἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεςαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Aμορραίων

11. καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν μὴ οὐκ ἔστιν ταῦτα υἱοὶ Iσραηλ λέγει κύριος

12. καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες οὐ μὴ προφητεύσητε

13. διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν ὃν τρόπον κυλίεται ἅμαξα γέμουσα καλάμης

14. καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως καὶ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ καὶ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ

15. καὶ τοξότης οὐ μὴ ὑποστῇ καὶ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ οὐδὲ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ

16. καὶ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος















Parse Information
Hover over the lovely Greek words to see parse information.