LXX Amos 1
Widgets to be programmed here




1. λόγοι Aμως οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ *θεκουε οὓς εἶδεν ὑπὲρ Iερουσαλημ ἐν ἡμέραις Oζιου βασιλέως Iουδα καὶ ἐν ἡμέραις Iεροβοαμ τοῦ Iωας βασιλέως Iσραηλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ

2. καὶ εἶπεν κύριος ἐκ *σιων ἐφθέγξατο καὶ ἐξ Iερουσαλημ ἔδωκεν φωνὴν αὐτοῦ καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων καὶ ἐξηράνθη κορυφὴ τοῦ *καρμήλου

3. καὶ εἶπεν κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις *δαμασκοῦ καὶ ἐπὶ ταῖς τέςαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν *γαλααδ

4. καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον Aζαηλ καὶ καταφάγεται θεμέλια υἱοῦ Aδερ

5. καὶ συντρίψω μοχλοὺς *δαμασκοῦ καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐκ πεδίου Ων καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν *χαρραν καὶ αἰχμαλωτευθήσεται λαὸς *συρίας ἐπίκλητος λέγει κύριος

6. τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις *γάζης καὶ ἐπὶ ταῖς τέςαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ *σαλωμων τοῦ συγκλεῖσαι εἰς τὴν Iδουμαίαν

7. καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη *γάζης καὶ καταφάγεται θεμέλια αὐτῆς

8. καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐξ Ἀζώτου καὶ ἐξαρθήσεται φυλὴ ἐξ Ἀσκαλῶνος καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ Aκκαρων καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων λέγει κύριος

9. τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις *τύρου καὶ ἐπὶ ταῖς τέςαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν ἀνθ' ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ *σαλωμων εἰς τὴν Iδουμαίαν καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν

10. καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη *τύρου καὶ καταφάγεται θεμέλια αὐτῆς

11. τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Iδουμαίας καὶ ἐπὶ ταῖς τέςαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νεῖκος

12. καὶ ἐξαποστελῶ πῦρ εἰς *θαιμαν καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς

13. τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Aμμων καὶ ἐπὶ ταῖς τέςαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν *γαλααδιτῶν ὅπως ἐμπλατύνωσιν τὰ ὅρια αὐτῶν

14. καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ραββα καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου καὶ σεισθήσεται ἐν ἡμέρᾳ συντελείας αὐτῆς

15. καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτό λέγει κύριος















Parse Information
Hover over the lovely Greek words to see parse information.